[ ]
Gal., N. — Ankyra (Ankara) — aft. 117 AD — IGR 3.208
| 1 | τὴν ἐκ βασιλέων |
| Λατεινίαν Κλεοπά- | |
| τραν, θυγατέρα Λατει- | |
| νίου Ἀλεξάνδρου, βʹ | |
| 5 | ἀρχιερέ[ως] σεβαστοφάν- |
| του ἀλείψ̣αντος ἐκ τῶν ἰδίων | |
| λαμπρότατα [τῶ]ν̣ πρὸ αὐτοῦ | |
| δι’ ὅλου τοῦ ἔτους, ἐπὶ <τ>ῇ τοῦ μεγίστου | |
| Αὐτοκράτορος Καίσαρος Τραιανοῦ | |
| 10 | Ἁδριανοῦ Σεβαστοῦ παρόδῳ καὶ τῶν |
| ἱερῶν αὐτοῦ στρατευμάτων δόντος | |
| διανομὰς τῇ πόλει ἄρξαντος ὁμοῦ | |
| καὶ εἰρηναρχήσαντος ἁγνῶς καὶ ἐπι- | |
| στήμως, παιδείᾳ καὶ λόγῳ κοσμοῦν- | |
| 15 | τος τὴν μητρόπολιν· αἱ δώδεκα φυλαὶ |
| ἡρωίδα, φυλαρχούντων Κ(λαυδίου) Ἀκύλου, | |
| Ἀκύλου Δέκμου, Κλειτάρχου Βώκον̣τος, | |
| Ζήνων(ος) Ἀρ̣[τ]έμωνος, Αἰλίου Μάγνου, | |
| Ἰ(ουλίου) Χρησίμου, Ἰ(ουλίου) Ἀπολλοφάνους, {²vac.}² | |
| 20 | Οὐάλεντος. Γαίου, Δηιοτάρου Σαρ․․․νος, |
| Κ(λαυδίου) Μαξίμου, Ἡρακλέωνος Βάσσου, | |
| Φιλωνίδου Οὐίλλωνος. |