[ ] Gal., S. — Axylon Villages: Zengen
1 τὸν κλυτὸν ἐν μερόπεσ-
σι βροτῶν ὑπὸ γε͂α κέκευ-
θεν Ἰοῦστον πολύενον,
ἐϋφρονα πάνπαν ἀγη-
5 τόν, ἔξοχον ἠνορέη τε κε-
κασμένον ὃν μάλα πάν-
των τὸ πρὶν ἔτι ζώοντα
τῖον πάτρη ναστῆρές τε.
οὗπερ δὴ ἄλοχος πινυτὴ
10 μάλα πολλὰ καμοῦσα
ἰστήλην εὔτυκτον πῆξεν
ἐπὶ σήματι τῷδε.
Search Help
Contact Us