[ ]
Gal., S. — Kuyulusebil
| 1 | σῆμα τόδ’ ἀθρήσας εἴση τίνα τύν- |
| βος ἐρύκι Φωτίου τέκος ἐσ- | |
| θλὸν ἀρίσζηλον Διομήδην, | |
| ὃς πάτρην ἀκάχησε θανὼν, πλῖσ- | |
| 5 | δον δὲ τοκεῦσιν λίπε γόον πο- |
| λύδακρυν. ἐπὶ πολὺ φίλτατος | |
| ἦεν ἁγνὸς ἀπιρόγαμος Χρισ- | |
| τοῦ φίλος, ὃν θεὸς αὐτὸς ἥρπα- | |
| σε πρὶν κακίη κόσμου φρένας ἐξα- | |
| 10 | πάτησε θήσιν ἀθάνατον καὶ ἀγήρα- |
| ον ἐν Παραδίσσῳ. σῆμα δέ οἱ τό- | |
| δ’ ἔτευξε πατὴρ μεγάλα στενα- | |
| χίζων σὴν χε<ρ>έεσσιν ἑοῖσι φίλῃ | |
| κεδνῇ τ’ ἀλόχοιο τίτλῳ οὔνομ’ ἔθη- | |
| 15 | κε· τὸ γὰρ γέρας ἐστι θανόντων. |
| τοῦ γὰρ τὸ ☩ γένος Αὐρ. καὶ | |
| ἔνεισιν. |