IG II² 448
[ ] Att. — stoich. 41 — 323/2
in epistylio: θε[οί].
1 ἐπὶ Κηφισοδώρου ἄρχοντος ἐπὶ [τῆς Πανδιονίδος πέ]-
νπτης πρυτανείας ἧι [Εὐ]κλ[ῆς] Πυ[θοδώρου Ἀλωπεκῆθε]-
ν ἐγραμμάτευεν· Ποσιδεῶνο[ς] ἕκτ[ηι ἐπὶ δέκα, δευτέρ]-
αι καὶ εἰκοστεῖ τῆς πρυτανεία[ς· ἐκκλησία κυρία· τῶ]-
5 ν προέδρων ἐπεψήφιζεν Ἐπαμε[ίνων Ἐρχιεύς(?)· ἔδοξεν]
τῶι δήμωι· vv Εὐφίλητος Εὐφ̣ι̣[λ][του Κηφισιεὺς εἶπε]-
ν· ἐπειδὴ Εὔφρων Ἀδέα Σικυώνιος ἀν[ὴρ διατελεῖ ἀγα]-
θὸς ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναί[ων καὶ νῦν ἥκων παρ]-
ὰ τοῦ δήμου [τ]οῦ Σικυωνίων ἐπ[αγ]γ[έλλεται τὴν πόλιν]
10 φίλην καὶ σύμμαχον [οὖσ]αν [ἀμύνειν? κατὰ τῶν πολεμ]-
ίων τῶι δήμωι τ[ῶ]ι Ἀθηναίων [πρώ]τ[η]ν [τῶν ἐν Πελοπονν]-
ήσωι πόλεων· δ[ε]δό[χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν Εὔφ]-
ρονα Ἀδέα Σικυώνιον ἀρ[ε]τῆ[ς][ν]εκα [καὶ εὐνοίας τῆς]
εἰς τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς ἄλλους συμμάχ]-
15 ους καὶ εἶναι αὐτῶι κυρίας τὰ[ς δωρεὰς τὰς πρότερο]-
ν δεδομένας παρὰ τοῦ δήμου τ[οῦ Ἀθηναίων αὐτῶι· ὅπω]-
ς δ’ ἂν πάντες εἰδῶσι ὅτι ὁ δῆμος [ὁ Ἀθηναίων ἀποδίδω]-
σι χάριτας τοῖς εὐεργέτ[αις ἀξίας τῶν εὐεργετημά]-
των ὧν ἂν εὐεργετήσει [ἕκαστος τὸν δῆμον, εἶναι Ἀθη]-
20 ναῖον αὐτὸν καὶ ἐγγόνους [καὶ εἶναι αὐτῶι γράψασθ]-
αι φυλῆς καὶ δήμου καὶ φρατρίας, ἧς ἂν [βούληται καὶ]
ὧν οἱ νόμοι κελεύουσιν· [καὶ ἐπαινέσαι τὸν δῆμον τὸ]-
ν Σικυωνίων [ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς τὸν δ]-
ῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι χ[ρυσῶι στεφάνω]-
25 ι ἀπὸ ∶Χ∶ δραχμῶν καὶ ἀνειπεῖν α[ὐτ]ὸν [Διονυσίων μεγά]-
λων τῶι ἀγῶνι. ἀναγράψαι δὲ τὸ ψήφισμ[α ἐν στήλαις λ]-
ιθίναις καὶ στῆσαι τὴν μὲν μίαν παρὰ [τὸν Δία, τὴν δὲ]
ἑτέραν ἐν ἀ[κροπόλει παρὰ τὸν νεὼ τῆς Πολιάδος, εἰς]
δὲ τὴν ἀναγραφὴν [τῶν στηλῶν δοῦναι τὸν ταμίαν τοῦ]
30 δήμου ∶𐅄∶ ἐκ τῶν κατὰ ψηφίσματα ἀναλι[σκομένων τῶι δ]-
ήμωι. τάδε Πανφίλου τοῦ Εὐφ[ι]λήτου· [δοῦναι δὲ τὴν ψῆ]-
φον τῶι δήμωι περὶ τῆς πολιτε[ίας τοὺς πρυτάνεις τ]-
ῆς Πανδιονίδος ε[ἰ]ς τὴν πρώτην ἐκκλη[σίαν κατὰ τὸν]
νόμον.
35 ἐπὶ Ἀρχίππου ἄρχοντος ἐπὶ τῆς Ἀκ̣[αμαντίδος τετάρ]-
της πρυτανείας ἧι Θέρσιππος Ἱππο[θέρσους Ἀχαρνε]-
ὺς ἐγραμμάτευε· Μαιμακτηριῶνος [ἕνει καὶ νέαι, πέν]-
πτει καὶ τριακοστεῖ τῆς πρυτανεία[ς· τῶν προέδρων]
ἐπεψήφισζε Γνωσί[ας Ἁλ]αιεὺ[ς καὶ συμπρόεδροι· Ἁγν]-
40 ωνίδης Νικοξένου Περγ[ασῆθεν εἶπεν· ἐπειδὴ Εὔφρω]-
ν ὁ Ἀ[δ]έα τοῦ Σικυωνίου [πρότερον ἐν παντὶ καιρῶι ἀν]-
ὴρ ἀγαθὸς ὢν διετέλει περὶ τὸν δῆμον [τὸν Ἀθηναίων]
καὶ αὐτὸς καὶ οἱ πρόγονοι αὐτοῦ [καὶ ἐπὶ τοῦ πολέμο]-
υ τοῦ Ἑλληνικοῦ, ὃν ἐ[ν]ε̣[στήσατο ὁ δῆμος ὁ Ἀθηναίων ὑ]-
45 πὲρ τῶν Ἑλλήνων, κατελθὼν Εὔφρων [ἐκ τῆς φυγῆς τήν τ]-
ε φρουρὰν ἐξέβαλε ἐκ τῆς ἀκρο[πόλεως ἑκόντων τῶν Σ]-
ικυωνίων καὶ τὴν πόλιν ἐλευθ[ερώσας φίλην καὶ σύμ]-
μαχον ἐπόησε τῶι δήμωι τῶι Ἀ[θηναίων πρώτην τῶν ἐν]
Πελοποννήσωι πόλεων καὶ ὅσον μὲν [χρ][νο]ν [ἐπολέμε]-
50 ι ὁ δῆμος, συνέπραττε τῶι δήμωι καὶ [συνεβοήθει στρ]-
ατιώταις καὶ τοῖς ἄλλοις πᾶσι τοῖς κατὰ [τὸν πόλεμ]-
ον, ἐπειδὴ δὲ συνέβη τῆι Ἑλλάδι ἀτυχη[σ][σηι φρουρ]-
ὰς εἰσπέμπεσθαι εἰς τὰς πόλεις τὰ[ς] ἐγ[β]α[λούσας, πρ]-
οείλετο τελευτῆσαι ὑπὸ τῶν ἐναντίων ἀγ[ωνιζόμεν]-
55 ος ὑπὲρ τῆς δημοκρατίας ὥστε μήτε τὴν ἑαυ[τοῦ πατρ]-
ίδα μήτε τὴν ἄλλην Ἑλλαδα ἰδεῖν δουλεύουσαν, [καὶ τι]-
μήσαντος αὐτὸν τοῦ δήμου τοῦ Ἀθηναίων πολι[τείαι]
καὶ ταῖς ἄλλαις τιμαῖς αἷς προσήκει τοὺς εὐε[ργέτα]-
ς καὶ αὐτὸν καὶ ἐγγόνους διά τε τὴν αὐτοῦ ἀρε[τὴν καὶ]
60 διὰ τὰς τῶν προγόνων εὐεργεσίας, ἀφείλοντο [αὐτὸν]
τὰς δωρεὰς οἱ ἐν τεῖ ὀλιαρχίαι πολιτευόμεν[οι καὶ]
τὰς στήλας καθεῖλον· νῦν δὲ ἐπειδὴ ὅ τε δῆμος [κατελ]-
ήλυθε καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν ἀ[πείλη]-
φε, ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, εἶναι τὰ[ς δωρε]-
65 ὰς κυρίας Εὔφρονι πάσας, αἷς ἐτίμησεν αὐτὸν ὁ [δῆμο]-
ς ὁ Ἀθηναίων, καὶ αὐτῶι καὶ ἐγγόνοις, καὶ τὰς σ[τήλας]
τὰς καθαιρεθείσας, ἐν αἷς αἱ δωρεαὶ ἦσαν γεγ[ραμμέν]-
αι καὶ τὸ ψήφισμα, ἀναγράψαι καὶ ἀναθεῖναι τ[ὸν γρα]-
μμ̣ατέ<α> τῆς βουλῆς τὴμ μὲν ἐν ἀκροπόλει τὴν δὲ πα[ρὰ τ]-
70 ὸν Δία τὸν Σωτῆρα καθάπερ ὁ δῆμος ἐψηφίσατο [πρότε]-
ρ̣ον, προσαναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα ἐν ἀ[μφοτ]-
έραις ταῖς στήλαις, συνεπιμεληθῆναι δὲ τῆς ἀν[αγρ]-
αφῆς τοὺς φίλους καὶ τοὺς οἰκείους τοὺς Εὔφρο[νος]·
ἐπιμελεῖσθαι δὲ καὶ τῶν ἐγγόνων τῶν Εὔφρονος [τὴν]
75 βουλὴν τὴν ἀεὶ βουλεύουσαν καὶ τοὺς στρατηγο[ὺς κα]-
αὶ εἶναι αὐτοῖς πρόσοδον πρός τε τὴν βουλὴν [καὶ τὸ]-
ν δῆμον πρώτοις μετὰ τὰ ἱερά· καὶ νῦν δὲ κ[αθότι ἐπιμ]-
έλειαν ἔσχηκεν ὁ δῆμος τοῦ παιδίου τοῦ Εὔφρον[ος κ]-
αὶ ψήφισμα ἐψηφίσατο καὶ πρέσβεις ἀπέστει[λε πρὸ]-
80 ς τὸν δῆμον τὸν Σικυωνίων καὶ τὸ λοιπὸν ἐ[πιμελήσε]-
ται, ἐάν του δέωνται, ὅπως ἂν εἰδῶσι πάντες, [ὅτι ὁ δῆμ]-
ος ὁ Ἀθηναίων, ἐάν τις εὖ π̣οήσει αὐτὸν οὐ μόνον αὐτ[ο]-
ὺς τοὺς ποήσαντας ἀλλὰ καὶ τοὺς τῶν εὐεργετῶν παῖ-
δας οἴεται δεῖν τιμᾶν καὶ μεμνῆσθαι ὧν ἂν εὖ πάθηι,
85 εἰς δὲ τὴν ἀναγραφὴν τῶν στήλων δοῦναι τὸν ταμίαν
τοῦ δήμου ∶𐅄∶ δρ<α>χμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλισκομ-
ένων τῶι δήμωι.
87a in corona:         in corona:      in corona:
88  ἡ βουλή           ὁ δῆμος         ἡ βουλή
Search Help
Contact Us