[ ]
Att. — stoich. 41 — 323/2
| in epistylio: θε[οί]. | |
| 1 | ἐπὶ Κηφισοδώρου ἄρχοντος ἐπὶ [τῆς Πανδιονίδος πέ]- |
| νπτης πρυτανείας ἧι [Εὐ]κλ[ῆς] Πυ[θοδώρου Ἀλωπεκῆθε]- | |
| ν ἐγραμμάτευεν· Ποσιδεῶνο[ς] ἕκτ[ηι ἐπὶ δέκα, δευτέρ]- | |
| αι καὶ εἰκοστεῖ τῆς πρυτανεία[ς· ἐκκλησία κυρία· τῶ]- | |
| 5 | ν προέδρων ἐπεψήφιζεν Ἐπαμε[ίνων Ἐρχιεύς(?)· ἔδοξεν] |
| τῶι δήμωι· vv Εὐφίλητος Εὐφ̣ι̣[λ]ή[του Κηφισιεὺς εἶπε]- | |
| ν· ἐπειδὴ Εὔφρων Ἀδέα Σικυώνιος ἀν[ὴρ διατελεῖ ἀγα]- | |
| θὸς ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναί[ων καὶ νῦν ἥκων παρ]- | |
| ὰ τοῦ δήμου [τ]οῦ Σικυωνίων ἐπ[αγ]γ[έλλεται τὴν πόλιν] | |
| 10 | φίλην καὶ σύμμαχον [οὖσ]αν [ἀμύνειν? κατὰ τῶν πολεμ]- |
| ίων τῶι δήμωι τ[ῶ]ι Ἀθηναίων [πρώ]τ[η]ν [τῶν ἐν Πελοπονν]- | |
| ήσωι πόλεων· δ[ε]δό[χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν Εὔφ]- | |
| ρονα Ἀδέα Σικυώνιον ἀρ[ε]τῆ[ς] ἕ[ν]εκα [καὶ εὐνοίας τῆς] | |
| εἰς τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς ἄλλους συμμάχ]- | |
| 15 | ους καὶ εἶναι αὐτῶι κυρίας τὰ[ς δωρεὰς τὰς πρότερο]- |
| ν δεδομένας παρὰ τοῦ δήμου τ[οῦ Ἀθηναίων αὐτῶι· ὅπω]- | |
| ς δ’ ἂν πάντες εἰδῶσι ὅτι ὁ δῆμος [ὁ Ἀθηναίων ἀποδίδω]- | |
| σι χάριτας τοῖς εὐεργέτ[αις ἀξίας τῶν εὐεργετημά]- | |
| των ὧν ἂν εὐεργετήσει [ἕκαστος τὸν δῆμον, εἶναι Ἀθη]- | |
| 20 | ναῖον αὐτὸν καὶ ἐγγόνους [καὶ εἶναι αὐτῶι γράψασθ]- |
| αι φυλῆς καὶ δήμου καὶ φρατρίας, ἧς ἂν [βούληται καὶ] | |
| ὧν οἱ νόμοι κελεύουσιν· [καὶ ἐπαινέσαι τὸν δῆμον τὸ]- | |
| ν Σικυωνίων [ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς τὸν δ]- | |
| ῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι χ[ρυσῶι στεφάνω]- | |
| 25 | ι ἀπὸ ∶Χ∶ δραχμῶν καὶ ἀνειπεῖν α[ὐτ]ὸν [Διονυσίων μεγά]- |
| λων τῶι ἀγῶνι. ἀναγράψαι δὲ τὸ ψήφισμ[α ἐν στήλαις λ]- | |
| ιθίναις καὶ στῆσαι τὴν μὲν μίαν παρὰ [τὸν Δία, τὴν δὲ] | |
| ἑτέραν ἐν ἀ[κροπόλει παρὰ τὸν νεὼ τῆς Πολιάδος, εἰς] | |
| δὲ τὴν ἀναγραφὴν [τῶν στηλῶν δοῦναι τὸν ταμίαν τοῦ] | |
| 30 | δήμου ∶𐅄∶ ἐκ τῶν κατὰ ψηφίσματα ἀναλι[σκομένων τῶι δ]- |
| ήμωι. τάδε Πανφίλου τοῦ Εὐφ[ι]λήτου· [δοῦναι δὲ τὴν ψῆ]- | |
| φον τῶι δήμωι περὶ τῆς πολιτε[ίας τοὺς πρυτάνεις τ]- | |
| ῆς Πανδιονίδος ε[ἰ]ς τὴν πρώτην ἐκκλη[σίαν κατὰ τὸν] | |
| νόμον. | |
| 35 | ἐπὶ Ἀρχίππου ἄρχοντος ἐπὶ τῆς Ἀκ̣[αμαντίδος τετάρ]- |
| της πρυτανείας ἧι Θέρσιππος Ἱππο[θέρσους Ἀχαρνε]- | |
| ὺς ἐγραμμάτευε· Μαιμακτηριῶνος [ἕνει καὶ νέαι, πέν]- | |
| πτει καὶ τριακοστεῖ τῆς πρυτανεία[ς· τῶν προέδρων] | |
| ἐπεψήφισζε Γνωσί[ας Ἁλ]αιεὺ[ς καὶ συμπρόεδροι· Ἁγν]- | |
| 40 | ωνίδης Νικοξένου Περγ[ασῆθεν εἶπεν· ἐπειδὴ Εὔφρω]- |
| ν ὁ Ἀ[δ]έα τοῦ Σικυωνίου [πρότερον ἐν παντὶ καιρῶι ἀν]- | |
| ὴρ ἀγαθὸς ὢν διετέλει περὶ τὸν δῆμον [τὸν Ἀθηναίων] | |
| καὶ αὐτὸς καὶ οἱ πρόγονοι αὐτοῦ [καὶ ἐπὶ τοῦ πολέμο]- | |
| υ τοῦ Ἑλληνικοῦ, ὃν ἐ[ν]ε̣[στήσατο ὁ δῆμος ὁ Ἀθηναίων ὑ]- | |
| 45 | πὲρ τῶν Ἑλλήνων, κατελθὼν Εὔφρων [ἐκ τῆς φυγῆς τήν τ]- |
| ε φρουρὰν ἐξέβαλε ἐκ τῆς ἀκρο[πόλεως ἑκόντων τῶν Σ]- | |
| ικυωνίων καὶ τὴν πόλιν ἐλευθ[ερώσας φίλην καὶ σύμ]- | |
| μαχον ἐπόησε τῶι δήμωι τῶι Ἀ[θηναίων πρώτην τῶν ἐν] | |
| Πελοποννήσωι πόλεων καὶ ὅσον μὲν [χρ]ό[νο]ν [ἐπολέμε]- | |
| 50 | ι ὁ δῆμος, συνέπραττε τῶι δήμωι καὶ [συνεβοήθει στρ]- |
| ατιώταις καὶ τοῖς ἄλλοις πᾶσι τοῖς κατὰ [τὸν πόλεμ]- | |
| ον, ἐπειδὴ δὲ συνέβη τῆι Ἑλλάδι ἀτυχη[σ]ά[σηι φρουρ]- | |
| ὰς εἰσπέμπεσθαι εἰς τὰς πόλεις τὰ[ς] ἐγ[β]α[λούσας, πρ]- | |
| οείλετο τελευτῆσαι ὑπὸ τῶν ἐναντίων ἀγ[ωνιζόμεν]- | |
| 55 | ος ὑπὲρ τῆς δημοκρατίας ὥστε μήτε τὴν ἑαυ[τοῦ πατρ]- |
| ίδα μήτε τὴν ἄλλην Ἑλλαδα ἰδεῖν δουλεύουσαν, [καὶ τι]- | |
| μήσαντος αὐτὸν τοῦ δήμου τοῦ Ἀθηναίων πολι[τείαι] | |
| καὶ ταῖς ἄλλαις τιμαῖς αἷς προσήκει τοὺς εὐε[ργέτα]- | |
| ς καὶ αὐτὸν καὶ ἐγγόνους διά τε τὴν αὐτοῦ ἀρε[τὴν καὶ] | |
| 60 | διὰ τὰς τῶν προγόνων εὐεργεσίας, ἀφείλοντο [αὐτὸν] |
| τὰς δωρεὰς οἱ ἐν τεῖ ὀλιαρχίαι πολιτευόμεν[οι καὶ] | |
| τὰς στήλας καθεῖλον· νῦν δὲ ἐπειδὴ ὅ τε δῆμος [κατελ]- | |
| ήλυθε καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν ἀ[πείλη]- | |
| φε, ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, εἶναι τὰ[ς δωρε]- | |
| 65 | ὰς κυρίας Εὔφρονι πάσας, αἷς ἐτίμησεν αὐτὸν ὁ [δῆμο]- |
| ς ὁ Ἀθηναίων, καὶ αὐτῶι καὶ ἐγγόνοις, καὶ τὰς σ[τήλας] | |
| τὰς καθαιρεθείσας, ἐν αἷς αἱ δωρεαὶ ἦσαν γεγ[ραμμέν]- | |
| αι καὶ τὸ ψήφισμα, ἀναγράψαι καὶ ἀναθεῖναι τ[ὸν γρα]- | |
| μμ̣ατέ<α> τῆς βουλῆς τὴμ μὲν ἐν ἀκροπόλει τὴν δὲ πα[ρὰ τ]- | |
| 70 | ὸν Δία τὸν Σωτῆρα καθάπερ ὁ δῆμος ἐψηφίσατο [πρότε]- |
| ρ̣ον, προσαναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα ἐν ἀ[μφοτ]- | |
| έραις ταῖς στήλαις, συνεπιμεληθῆναι δὲ τῆς ἀν[αγρ]- | |
| αφῆς τοὺς φίλους καὶ τοὺς οἰκείους τοὺς Εὔφρο[νος]· | |
| ἐπιμελεῖσθαι δὲ καὶ τῶν ἐγγόνων τῶν Εὔφρονος [τὴν] | |
| 75 | βουλὴν τὴν ἀεὶ βουλεύουσαν καὶ τοὺς στρατηγο[ὺς κα]- |
| αὶ εἶναι αὐτοῖς πρόσοδον πρός τε τὴν βουλὴν [καὶ τὸ]- | |
| ν δῆμον πρώτοις μετὰ τὰ ἱερά· καὶ νῦν δὲ κ[αθότι ἐπιμ]- | |
| έλειαν ἔσχηκεν ὁ δῆμος τοῦ παιδίου τοῦ Εὔφρον[ος κ]- | |
| αὶ ψήφισμα ἐψηφίσατο καὶ πρέσβεις ἀπέστει[λε πρὸ]- | |
| 80 | ς τὸν δῆμον τὸν Σικυωνίων καὶ τὸ λοιπὸν ἐ[πιμελήσε]- |
| ται, ἐάν του δέωνται, ὅπως ἂν εἰδῶσι πάντες, [ὅτι ὁ δῆμ]- | |
| ος ὁ Ἀθηναίων, ἐάν τις εὖ π̣οήσει αὐτὸν οὐ μόνον αὐτ[ο]- | |
| ὺς τοὺς ποήσαντας ἀλλὰ καὶ τοὺς τῶν εὐεργετῶν παῖ- | |
| δας οἴεται δεῖν τιμᾶν καὶ μεμνῆσθαι ὧν ἂν εὖ πάθηι, | |
| 85 | εἰς δὲ τὴν ἀναγραφὴν τῶν στήλων δοῦναι τὸν ταμίαν |
| τοῦ δήμου ∶𐅄∶ δρ<α>χμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλισκομ- | |
| ένων τῶι δήμωι. | |
| 87a | in corona: in corona: in corona: |
| 88 | ἡ βουλή ὁ δῆμος ἡ βουλή |