[ ]
Pont. — Amaseia (Amasya) — Rom. Imp. period
| A.1 | πέτρην τήνδ’ ἐκόλαψε χάριν μνήμης ἔτι ζ[ω]ός |
| Ῥοῦφος, ἐὼν προπάτωρ τῆς ἰδίης γενεῆς. | |
| B.3 | ἐν νομικῇ προὔχοντα Κλεόμβροτον ἥρπασε Μοῖρα, |
| πρῶτα συνεζόμενον βήματι Β[ει]θυνικῷ· | |
| 5 | ὀστέα δ’ εἰς πάτρην ὁ πατὴρ ἠνέ[γκ]ατο Ῥοῦφος |
| καὶ κατέθηκ’ ἔνδο[ν], ἔνθαπε[ρ ο]ἱ πρόγονοι· | |
| C.7 | ἡρῴῳ δ’ ἐνὶ τῷδε καὶ ἄλλοι φίλτατοι κεῖνται, |
| τιμήεις Χρόνιος υἱὸς τε Πολυχρόνιος. |