[ ]
Pont. — Amaseia (Amasya) — Rom. Imp. period
A.1 | πέτρην τήνδ’ ἐκόλαψε χάριν μνήμης ἔτι ζ[ω]ός |
Ῥοῦφος, ἐὼν προπάτωρ τῆς ἰδίης γενεῆς. | |
B.3 | ἐν νομικῇ προὔχοντα Κλεόμβροτον ἥρπασε Μοῖρα, |
πρῶτα συνεζόμενον βήματι Β[ει]θυνικῷ· | |
5 | ὀστέα δ’ εἰς πάτρην ὁ πατὴρ ἠνέ[γκ]ατο Ῥοῦφος |
καὶ κατέθηκ’ ἔνδο[ν], ἔνθαπε[ρ ο]ἱ πρόγονοι· | |
C.7 | ἡρῴῳ δ’ ἐνὶ τῷδε καὶ ἄλλοι φίλτατοι κεῖνται, |
τιμήεις Χρόνιος υἱὸς τε Πολυχρόνιος. |