[ ] Pont. — Amaseia (Amasya) — 376/7 AD
— — —
1 — — — — — — — — — — καὶ Ἐαρίν̣[ου]
καὶ Ϲαβίνας [τῶν] λαμπροτάτω[ν]
ἀδελφιδοῦν καὶ Μαρίου καὶ
Ἀρενθέας τῶν ἐξ ὑπάτων̣
5 ἀνεψιὰν καὶ Πρίμου νέου
τοῦ βασιλεῦσιν ἀρέσαντος
καὶ Ἀγλαείας τῆς συγκλητικῆ[ς]
θυγατέρα〚ς〛 τὴν ἐν κάλλι καὶ τρόπῳ
ἀσύνκριτον ζήσασαν ἀμέμ-
10 πτως καὶ σεμνύσασαν τὸ γέ[νος]
καὶ τὴν πατρίδα. ❦ ὁ δῆμος
μητροπόλεως μνήμης χάριν.
    ❦ ἔτους τοθʹ. ❦
Search Help
Contact Us