[ ] Pont. — Neoklaudiopolis (Vezirköprü) — Avdan
1 ἐνθάδ’ Ἀκυλεῖ-
νον καὶ τοῦδε
Τειμήν συνό-
μευνον / γαῖα
5 φίλη κατέχει ψυ-
χῆς ἀποπταμέ-
νης, / οἳ βίον
αἰνάρετον σώ-
φρονα ἔχον ἠδὲ
10 ποθεινὸν / θρη-
σκεύοντες ἁ-
γνῶς θεὸν ἐπ’ ε<ὐ>-
δοξίῃ, / ἴσην ἔ-
χον στοργὴν δὲ
15 βίῳ καὶ ὁμοίϊα
ἔργα, / ἤμασι δ’ ἐν-
ταύτοις ἐν φθι-
μένοισιν ἔβαν, /
τοῖς παῖς εὐσεβί-
20 ης ἕνεκεν στηλῖ-
δα <χ>άραξεν / Κυρι-
ακὸς γονέσι μνή-
μη<ς> ἐρασσάμενος. /
Search Help
Contact Us