[ ] Pont. — Neoklaudiopolis (Vezirköprü) — 4/3 BC
1 ἀπὸ Αὐτοκράτορος Καίσ[αρος]
 θεοῦ υἱοῦ Σεβαστοῦ ὑπατεύ[σαντος τὸ]
 δωδέκατον ἔτους τρίτου, π[ροτέραι]
 νωνῶν Μαρτίων ἐν Γάνγροις ἐν [κ][στροις(?), ὅρ]-
5  κος ὁ τελεσθ[εὶς ὑ]πὸ τῶ[ν] κατοικ[ούντων Πα]-
 φλαγονία[ν καὶ τῶν πραγ]ματευομ[ένων πα]-
 ρ’ αὐτοῖς Ῥ[ωμαίων].
ὀμνύω Δία Γῆν Ἥλιον θεοὺς πάντα[ς καὶ πά]-
 σας καὶ αὐτὸν τὸν Σεβασ[τ]ὸν εὐνοή[σειν Καί]-
10  σαρι Σεβαστῶι καὶ τοῖς τ[έκ]νοις ἐγγό[νοις τε]
 αὐτοῦ πάν[τ]α τ[ὸ]ν τοῦ [βίου] χρόνον κ[αὶ λό]-
 γωι [κ]αὶ ἔργωι καὶ γνώμη[ι, φί]λους ἡγού[μενος]
 οὓς ἂν ἐκεῖνοι ἡγῶντα[ι] ἐκχθρούς {²⁶ἐχθρούς}²⁶ τε ν[ομίζων]
 οὓς ἂν αὐτοὶ κρίνωσιν· ὑπέρ τε τῶν τ[ούτοις]
15  διαφερόντων μήτε σώματος φείσεσ[θαι μή]-
 τε ψυχῆς μήτε βίου μήτε τέκνων, ἀλ[λὰ παν]-
 τὶ τρόπωι ὑπὲρ τῶ[ν] ἐκείνοις ἀνηκό[ντων]
 πάντα κίνδυνον ὑπομενεῖν· ὅ τί τε ἂ[ν αἴσ]-
 θωμαι ἢ ἀκούσω ὑπεναντίον τούτ[οις λε]-
20  γόμενον ἢ βουλευόμενον ἢ πρασσό[μενον],
 τοῦτο ἐγμηνύσειν τε καὶ ἐχθρὸν ἔσ[εσθαι τῶι]
 λέγοντι ἢ βουλευομένωι ἢ πράσσο[ντί τι τού]-
 των· οὕς τε ἂν ἐκχθροὺς {²⁶ἐχθροὺς}²⁶ αὐτοὶ κρίν[ωσιν, τού]-
 τους κατὰ γῆν καὶ θάλασσαν ὅπλο[ις τε]
25  καὶ σιδήρωι διώξειν καὶ ἀμυνεῖσ[θαι].
ἐὰν δέ τι ὑπεναντίον τούτωι τ[ῶι ὅρκωι]
 ποήσω ἢ μὴ στοιχούντως καθὼ[ς ὤμο]-
 σα, ἐπαρῶμαι αὐτός τε κατ’ ἐμοῦ καὶ σ[ώμα]-
 τος τοῦ ἐμαυτοῦ καὶ ψυχῆς καὶ βίου κα[ὶ τέ]-
30  κνων καὶ παντὸς τοῦ ἐμαυτοῦ γέν[ους]
 καὶ συνφέροντος ἐξώλειαν καὶ παν[ώλει]-
 αν μέχρι πάσης διαδοχῆς τῆς ἐ[μῆς καὶ]
 τῶν ἐξ ἐμοῦ πάντων, καὶ μήτε σ[ώματα τὰ]
 τῶν ἐμῶν ἢ ἐξ ἐμοῦ μήτε γῆ μ[ήτε θάλασ]-
35  σα δέξαιτο μηδὲ καρποὺς ἐνέγ[κοι αὐτοῖς].
κατὰ τὰ αὐτὰ ὤμοσαν καὶ οἱ ἐ[ν τῆι χώραι]
 πάντες ἐν τοῖς κατὰ τὰς ὑ[παρχίας(?) Σε]-
 βαστήοις παρὰ τοῖς βωμοῖ[ς τοῦ Σεβαστοῦ].
ὁμοίως τε Φαζιμωνεῖται οἱ [τὴν νῦν Νεάπο]-
40  λιν λεγομένην κατοικοῦν[τες ὤμοσαν σύμ]-
 παντες ἐν Σεβαστήωι παρὰ τ[ῶι βωμῶι τοῦ]
 Σεβαστοῦ.
Search Help
Contact Us