[ ]
Pont. — Neoklaudiopolis (Vezirköprü) — 4/3 BC
1 | ἀπὸ Αὐτοκράτορος Καίσ[αρος] |
θεοῦ υἱοῦ Σεβαστοῦ ὑπατεύ[σαντος τὸ] | |
δωδέκατον ἔτους τρίτου, π[ροτέραι] | |
νωνῶν Μαρτίων ἐν Γάνγροις ἐν [κ]ά[στροις(?), ὅρ]- | |
5 | κος ὁ τελεσθ[εὶς ὑ]πὸ τῶ[ν] κατοικ[ούντων Πα]- |
φλαγονία[ν καὶ τῶν πραγ]ματευομ[ένων πα]- | |
ρ’ αὐτοῖς Ῥ[ωμαίων]. | |
ὀμνύω Δία Γῆν Ἥλιον θεοὺς πάντα[ς καὶ πά]- | |
σας καὶ αὐτὸν τὸν Σεβασ[τ]ὸν εὐνοή[σειν Καί]- | |
10 | σαρι Σεβαστῶι καὶ τοῖς τ[έκ]νοις ἐγγό[νοις τε] |
αὐτοῦ πάν[τ]α τ[ὸ]ν τοῦ [βίου] χρόνον κ[αὶ λό]- | |
γωι [κ]αὶ ἔργωι καὶ γνώμη[ι, φί]λους ἡγού[μενος] | |
οὓς ἂν ἐκεῖνοι ἡγῶντα[ι] ἐκχθρούς {²⁶ἐχθρούς}²⁶ τε ν[ομίζων] | |
οὓς ἂν αὐτοὶ κρίνωσιν· ὑπέρ τε τῶν τ[ούτοις] | |
15 | διαφερόντων μήτε σώματος φείσεσ[θαι μή]- |
τε ψυχῆς μήτε βίου μήτε τέκνων, ἀλ[λὰ παν]- | |
τὶ τρόπωι ὑπὲρ τῶ[ν] ἐκείνοις ἀνηκό[ντων] | |
πάντα κίνδυνον ὑπομενεῖν· ὅ τί τε ἂ[ν αἴσ]- | |
θωμαι ἢ ἀκούσω ὑπεναντίον τούτ[οις λε]- | |
20 | γόμενον ἢ βουλευόμενον ἢ πρασσό[μενον], |
τοῦτο ἐγμηνύσειν τε καὶ ἐχθρὸν ἔσ[εσθαι τῶι] | |
λέγοντι ἢ βουλευομένωι ἢ πράσσο[ντί τι τού]- | |
των· οὕς τε ἂν ἐκχθροὺς {²⁶ἐχθροὺς}²⁶ αὐτοὶ κρίν[ωσιν, τού]- | |
τους κατὰ γῆν καὶ θάλασσαν ὅπλο[ις τε] | |
25 | καὶ σιδήρωι διώξειν καὶ ἀμυνεῖσ[θαι]. |
ἐὰν δέ τι ὑπεναντίον τούτωι τ[ῶι ὅρκωι] | |
ποήσω ἢ μὴ στοιχούντως καθὼ[ς ὤμο]- | |
σα, ἐπαρῶμαι αὐτός τε κατ’ ἐμοῦ καὶ σ[ώμα]- | |
τος τοῦ ἐμαυτοῦ καὶ ψυχῆς καὶ βίου κα[ὶ τέ]- | |
30 | κνων καὶ παντὸς τοῦ ἐμαυτοῦ γέν[ους] |
καὶ συνφέροντος ἐξώλειαν καὶ παν[ώλει]- | |
αν μέχρι πάσης διαδοχῆς τῆς ἐ[μῆς καὶ] | |
τῶν ἐξ ἐμοῦ πάντων, καὶ μήτε σ[ώματα τὰ] | |
τῶν ἐμῶν ἢ ἐξ ἐμοῦ μήτε γῆ μ[ήτε θάλασ]- | |
35 | σα δέξαιτο μηδὲ καρποὺς ἐνέγ[κοι αὐτοῖς]. |
κατὰ τὰ αὐτὰ ὤμοσαν καὶ οἱ ἐ[ν τῆι χώραι] | |
πάντες ἐν τοῖς κατὰ τὰς ὑ[παρχίας(?) Σε]- | |
βαστήοις παρὰ τοῖς βωμοῖ[ς τοῦ Σεβαστοῦ]. | |
ὁμοίως τε Φαζιμωνεῖται οἱ [τὴν νῦν Νεάπο]- | |
40 | λιν λεγομένην κατοικοῦν[τες ὤμοσαν σύμ]- |
παντες ἐν Σεβαστήωι παρὰ τ[ῶι βωμῶι τοῦ] | |
Σεβαστοῦ. |