[ ]
Pont. — Therma Phazimoniton (Havsa) — 4th c. AD
| 1 | Νύμφαι ἀκοσμήτοις ἐνὶ δώμασι ναιετάουσαι |
| ἀχθόμεναι τὸ πάροιθεν ἐτ[ή]ρε̣ον ἀγλαὸν ὕδωρ, | |
| ἤχθετο δ’ Ἥφεστος —— νῦν δ’ ὤπασε Ἰόβινος αὐταῖς | |
| [ἡ]γ̣εμόνων ὄχ’ —— ἄριστος ἐπ’ εὐτύκτοις θαλάμοισιν | |
| 5 | λυσιπόνοις Νύμφαισιν καλὸν στέφος, ὄφρα καὶ αὐταὶ |
| [ἱμ]ερ̣ταῖς γε ζῶσιν ἀγαλλόμεναι Χαριτεσσ<ι>ν. |