[ ]
Pont. — Neokaisareia (Niksar) — 2nd half 2nd c. AD — Moraux, Impréc.fun. (1959)
| 1 | πρὸς θεῶν καὶ ἡρῴων τῶν τε σεαυτοῦ πατέρων, ὅστις ὢν τυγχάνεις |
| ὁ τὸν χῶρον τοῦτον νῦν τε ἔχων καὶ ὅστις ἔπειτα ἕξεις καὶ πᾶς ὁ δεῦρο ἰών, | |
| μή ποτε λυμήνῃ τοῦδε τοῦ σήματος ἢ τῇ δωμήσει τῶν λίθων ἢ τ̣ῶς χώματι | |
| τοῖς τε κίοσιν καὶ τοῖς ἐπ’ αὐτῶν ἀνδριᾶσιν· ὅστις δὲ ἢ σῶμα κεινήσειέ τι | |
| 5 | τῶν ἐν αὐτῶι κειμένων ἢ καθέλοι τι συνχέας ἢ συνθραύσας ἢ ἀποκρούσας |
| τοῦ μνήματος ἢ ἐκκολάψας τι τῶν ἐπιγραμμάτων, τούτωι μὴ πατρὶς οἰκοῖτο, | |
| μὴ γῆ καρπὸν ἐκφέροι, μὴ πλέοιτο θάλασσα, μὴ γυναῖκες τίκτοιεν κατὰ φύσιν, | |
| κακὸς δὲ κακῶς ἀπόλοιτο πᾶς τε αὐτὸς πρόριζος καὶ παῖδες παίδων καὶ γένος {²pampinus}² | |
| καὶ ὄνομα καὶ οἴκου ἑστία καὶ τάφοι πατέρων, μετιόντων αὐτὸν καὶ ἐλαυνόντων | |
| 10 | Ἡλίου τε τοῦ πάντα ἐφορῶντος καὶ Διὸς Ὀλυμπίου, Πλούτωνός τε καὶ τῆς {²pampinus}² |
| Δήμητρος Κόρης, τῶν τε Ἀρτέμιδος Ἑκάτης κυνῶν Ἐρινύων τε {²pampinus}² | |
| καὶ Δαείρας καὶ Ἑρμοῦ Χθονίου καὶ Ἀρᾶς τῆς πρεσβυτάτης δαιμόνων, | |
| ὁπόσοις τε ἄλλοις θεῶν ἐπιμέλειά τε καὶ φροντὶς ψυχῶν ἀγαθῶν· {²pampinus}² | |
| καὶ ἐπὶ πρώτωι δὲ καὶ ἐπὶ πρώτοις ἡ αὐτὴ ἀρὰ ὅστις ἢ ἑτέρωι προστάξ̣ειεν | |
| 15 | ἢ γνώμης ἄρξειεν ἢ γνώμηι συμβάλοιτο ἢ χερσὶν ὑ#⁸⁰πουργήσειεν |
| κεινηθῆναί τι τούτων ἢ καθαιρεθῆναι· τῶι δὲ κατὰ χώραν φυλάττοντι | |
| καὶ τιμῶντι τὰ νενομισμένα καὶ αὔξοντι, πολλὰ καὶ ἀγαθὰ εἶναι τούτωι | |
| καὶ αὐτῶι καὶ πατρίδι καὶ οἴκωι καὶ τῆι ἔπειτα μνήμηι καὶ ἐκγόνοις. |