[ ]
Paphl. — Kaisareia Hadrianopolis — Sipahiler — SEG 43.911
| 1 | χαίροις —— χαιρόμενος μέγα, ξένε, δεῦρ’ ἀνάγνωθι· |
| Πρεῖσκος ἀνὴρ κεῖται, πολλῶν φίλος ἠδ’ ὑπολήπτ<ω>ρ, | |
| ὅς ποτ’ ἐν<ὶ> στρατι<ῇ> δοκ[ι]μὴν συνκλήτῳ ἔδωκεν | |
| ἆθλά τε πάντ’ ἐποίησε ὅσ’ ἀεί ποτε ἐποίσεν Ἀχιλλεύς | |
| 5 | ἤθ’ [υἱὸς] Πριάμοιο, ἶσον καὶ Πρεῖ<σ>κος ἐποίσεν. |
| θάμ[β]ησεν δ’ α[ὐ]τὸν μέγας αὐτοκράτωρ Τραιανός | |
| κάλλος τ’ ἡλικίην τε βίην καὶ ἄντος {²⁶ἄνθος}²⁶ ἔχοντα, | |
| δῶκε δὲ οἷ μεγάλην ἀρχήν, νεικηφόρον ἄθλων | |
| [ἐ]στεφάνωσε καλῶς καὶ αὐτῷ τὸ σκῆπτρον ἔδωκεν, | |
| 10 | [ση]μεῖον βασίλειον, οἷο<ν> δωρήσατο δῶρον |
| σημείαις προάγειν, λαὸν δ’ ἐφύλασσεν ἅπαντα. | |
| ὥς δ’ ἐτέλεσσεν ἀγῶνα μέγαν κ’ ἐπελήλυθε πάτρᾳ, | |
| φένγος πᾶσιν ἔλ<α>νψε, μάλιστα δ’ ἑοῖσι γονεῦσιν, | |
| καὶ τότε νοῦν ἔστρεψεν ἀροτρεύειν πατρ<ί>αν γῆν, | |
| 15 | πάντα ποιῶν ἅμα καὶ θρεππτοῖς ἐπέτελλε γεωργοῖς |
| ἄρμενα πάντα ποιεῖν, ὅσα Ἡσίοδος περὶ γεωργοὺς | |
| [ἐξα]μάειν καρποὺς μεγάλους ἐπεδείξατ’ ἀφεὶς τώς. | |
| β[ρῖσε δ’ ὅ]λοις ἀγαθοῖσι πολὺν χρόνον ἰσπαταλήσας, | |
| ὄλβῳ καὶ πλούτῳ κεκορ<ε>σμένος εἰς ἀνάπαυσιν. |