[ ]
Paphl. — Kaisareia Hadrianopolis — Üçbaş — BCH 13.1889.313,21-22 — GVI 2022
1 | τετραετὴς μὲν ἐγὼ Ἱέρων ἔλιπον φάος ἠελίοιο |
τετραετὲς ․․․ΛΛΕ πατὴρ καὶ πότνια μήτηρ | |
πένπτου καὶ [— —]οντα μ’ ἐπ’ ἀργαλεαῖσι κελεύθοις | |
δῶκεν Μοῖρα φέρεσθαι· ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε | |
5 | ἥβης μέτρον ἱκέσθαι ἐπηράτου οὔτε γονεῦσιν |
θρέπτρα φίλοις ἀποδοῦναι, οἳ ἐμὸν πότμον γοοῶντες | |
οὐδέποτ’ εὐφροσύνῃ τετραμμένον ἦτορ ἔχεσκον | |
ἀλλ’ αἰεὶ ἀλίαστον ὀδυρόμενοι κατὰ δῶμα | |
παῖδα φίλον ποθέεσκον· ὅδ’ αὖ προτιδέγμενος αἰεὶ | |
10 | τῷδ’ ὑπὸ σήματι κεῖμαι καὶ ἐπὶ στήλῃ προγέγραμμαι. |
οἷο κασιγνήτοιο δεδουπότος {αν} ἀνχόθι κε<ῖμ>αι {⁴ΚΕΝΣΑΙ}⁴, | |
οὔνομ’ Ἀλέξανδρος, Μοίρης ὑπὸ αὐδησάσης | |
οὔνομ’ Ὀλυ<μ>πιόδωρος ἐγὼ καὶ Λούκιος ἄνφω | |
δοιὸ κασιγνήτω{ν}, δοιοὶ ἔτι ἀχνύμενοι κῆρ, | |
15 | γράψαμεν στηλῇσιν, ἵν’ ἀριφραδὲς ἠρίον εἴη. |