[ ]
Paphl. — Kaisareia Hadrianopolis — Üçbaş — BCH 13.1889.313,21-22 — GVI 2022
| 1 | τετραετὴς μὲν ἐγὼ Ἱέρων ἔλιπον φάος ἠελίοιο |
| τετραετὲς ․․․ΛΛΕ πατὴρ καὶ πότνια μήτηρ | |
| πένπτου καὶ [— —]οντα μ’ ἐπ’ ἀργαλεαῖσι κελεύθοις | |
| δῶκεν Μοῖρα φέρεσθαι· ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε | |
| 5 | ἥβης μέτρον ἱκέσθαι ἐπηράτου οὔτε γονεῦσιν |
| θρέπτρα φίλοις ἀποδοῦναι, οἳ ἐμὸν πότμον γοοῶντες | |
| οὐδέποτ’ εὐφροσύνῃ τετραμμένον ἦτορ ἔχεσκον | |
| ἀλλ’ αἰεὶ ἀλίαστον ὀδυρόμενοι κατὰ δῶμα | |
| παῖδα φίλον ποθέεσκον· ὅδ’ αὖ προτιδέγμενος αἰεὶ | |
| 10 | τῷδ’ ὑπὸ σήματι κεῖμαι καὶ ἐπὶ στήλῃ προγέγραμμαι. |
| οἷο κασιγνήτοιο δεδουπότος {αν} ἀνχόθι κε<ῖμ>αι {⁴ΚΕΝΣΑΙ}⁴, | |
| οὔνομ’ Ἀλέξανδρος, Μοίρης ὑπὸ αὐδησάσης | |
| οὔνομ’ Ὀλυ<μ>πιόδωρος ἐγὼ καὶ Λούκιος ἄνφω | |
| δοιὸ κασιγνήτω{ν}, δοιοὶ ἔτι ἀχνύμενοι κῆρ, | |
| 15 | γράψαμεν στηλῇσιν, ἵν’ ἀριφραδὲς ἠρίον εἴη. |