[ ]
Paphl. — Kaisareia Hadrianopolis — Safranbolu — Byzantine period — BCH 13.1889.294,1
| 1 | σωτὴρ φανεὶς, Στέφανε, ἀλγεινῶν πόνων |
| λαιοῦ γόνατος καὶ ποδὸς οἰκτρᾶς φίλης | |
| θεῖον ναὸν δωροῦμαι κλεινῆι τῆι πόλει | |
| τοῦ Θεοδώρου, κράντορος παλαιφάτου, | |
| 5 | δωρουμένη ληφθέντα δῶρον σὸν πόδα |
| αὐτῶι μένειν, σύσσημον ἀλήστου μνείας. | |
| ΒΣ ΕΥΔ ΦΙΕ ΘΑΡΓ |