[ ]
Paphl. — Amastris (Amasra) — 155 AD — EA 6.1985.137,12 — SEG 35.1327, 40.1163
| 1 | ἔτος μὲν ἦν τριακοστὸν ἤδη μοι τόδε, |
| ἔθηκε δ’ Αἰμιλιανὸν ὄνομά μοι πατήρ, | |
| ὃν ἔθρεψε Γέμινος, εἷς ἀνὴρ τῶν εὐγενῶν· | |
| παρ’ ἐμπύροις δὲ κῶμον Εὐΐῳ θεῷ | |
| 5 | τριετῆρι τελετὴν μυστικῶς ἀνήγαγον |
| καὶ γυμνασίων δὲ σεμνὸς ἐγενόμην, ἴδρις | |
| πάλης, ἄκοντος, πανκρατίου, δίσκου, τρόχου, | |
| ἅλματος, ἁπάντων εὐρυθμῶν σφαιρισμάτων | |
| ὧν εἰς ἕκαστον ἐπόνεσεν τροφεὺς ἐμός, | |
| 10 | σατύρῳ τε ἐνείκων Κύζικον καὶ Πέργαμον |
| καὶ Κυζίκου μὲν αὐτὸς ἤνεγκα στέφος, | |
| τὸ Περγάμου δὲ μοῖρα ἀπήνεγκεν πικρὰ | |
| καί μου τὸ σῶμα Δωρίας ἐπὶ χθονὸς | |
| ἐμάρανε δαίμων, ὀστᾶ δ’ ἐν πάτρῃ λαβὼν | |
| 15 | τροφεὺς Γέμινος λάρνακα ἐς λιθίνην θέτο |
| αἰωνίοις στεφάνοισιν ἐπικοσμούμενα. | |
| εκσʹ {²sc. ἔτει}²⁶, πρὸ αʹ καλ(ανδῶν) Σεπτεμβρίων, | |
| Λώου ζιʹ. |