[ ]
Paphl. — Amastris (Amasra) — 155 AD — EA 6.1985.137,12 — SEG 35.1327, 40.1163
1 | ἔτος μὲν ἦν τριακοστὸν ἤδη μοι τόδε, |
ἔθηκε δ’ Αἰμιλιανὸν ὄνομά μοι πατήρ, | |
ὃν ἔθρεψε Γέμινος, εἷς ἀνὴρ τῶν εὐγενῶν· | |
παρ’ ἐμπύροις δὲ κῶμον Εὐΐῳ θεῷ | |
5 | τριετῆρι τελετὴν μυστικῶς ἀνήγαγον |
καὶ γυμνασίων δὲ σεμνὸς ἐγενόμην, ἴδρις | |
πάλης, ἄκοντος, πανκρατίου, δίσκου, τρόχου, | |
ἅλματος, ἁπάντων εὐρυθμῶν σφαιρισμάτων | |
ὧν εἰς ἕκαστον ἐπόνεσεν τροφεὺς ἐμός, | |
10 | σατύρῳ τε ἐνείκων Κύζικον καὶ Πέργαμον |
καὶ Κυζίκου μὲν αὐτὸς ἤνεγκα στέφος, | |
τὸ Περγάμου δὲ μοῖρα ἀπήνεγκεν πικρὰ | |
καί μου τὸ σῶμα Δωρίας ἐπὶ χθονὸς | |
ἐμάρανε δαίμων, ὀστᾶ δ’ ἐν πάτρῃ λαβὼν | |
15 | τροφεὺς Γέμινος λάρνακα ἐς λιθίνην θέτο |
αἰωνίοις στεφάνοισιν ἐπικοσμούμενα. | |
εκσʹ {²sc. ἔτει}²⁶, πρὸ αʹ καλ(ανδῶν) Σεπτεμβρίων, | |
Λώου ζιʹ. |