[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1281; CIJud 2.752
1 | Φάβιος Ζώσιμος κατασκευάσας σορὸν ἔθετο ἐπὶ τόπου καθαροῦ ὄντος πρὸ τῆς πόλεως πρὸς τῶι Σαμβαθείωι ἐν τῶι Χαλδαίου περι- |
βόλωι παρὰ τὴν δημοσίαν ὁδὸν ἑαυτῶι ἐφ’ ᾧ τεθῇ καὶ τῆι γλυκυτάτηι αὐτοῦ γυναικὶ Αὐρηλίᾳ Ποντιανῆι, μηδενὸς ἔχοντος ἑτέρου | |
ἐξουσίαν θεῖναί τινα εἰς τὴν σορὸν ταύτην· ὃς δ’ ἂν τολμήσῃ ἢ ποιήσῃ παρὰ ταῦτα, δώσει εἰς μὲν τὴν πόλιν τὴν Θυατειρηνῶν ἀρ- | |
γυρίου δηνάρια χείλια πεντακόσια, εἰς δὲ τὸ ἱερώτατον ταμεῖον δηνάρια δισχείλια πεντακόσια γεινόμενος ὑπεύθυνος ἔξωθεν | |
5 | τῆς τυμβωρυχίας νόμωι. ταύτης τῆς ἐπιγραφῆς ἐγράφη ἁπλᾶ δύω, ὧν τὸ ἕτερον ἐτέθη εἰς τὸ ἀρχεῖον. ἐγένετο ἐν τῆι λαμπροτάτῃ |
Θυατειρηνῶν πόλει ἀνθυπάτωι Κατιλλίωι Σεβήρωι μηνὸς Αὐδναίου τρισκαιδεκάτηι ὑπὸ Μηνόφιλον Ἰουλιανοῦ δημόσιον. {²ramis, avis}² |