[ ] Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1250
1    [ἀγαθῆι τύχηι].
[ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί]-
[μησαν — — —]
[Μ]ακεδόνος ἄνδρα κα-
5 λὸν καὶ ἀγαθὸν καὶ φιλόπα-
τριν, εἰρηναρχήσαντα ἐπ[ι]-
σήμως καὶ ἀγορανομήσαν-
τα λαμπρῶς καὶ φιλοδόξως
μῆνας ἓξ καὶ στρατηγή-
10 σαντα ἁγνῶς καὶ ἐπιμελῶς
καὶ δεκαπρωτεύσαντα καὶ
ἐν πάσαις ταῖς λοιπαῖς τῆς
πόλεως χρείαις φιλοτείμως
πάντα παρεσχημένον, ἀνα-
15 θέντων τὴν τειμὴν τῶν βα-
[φ]έων ἐκ τῶν ἰδίων ἐπιμελη-
θέντος Ἀπολλωνίου τοῦ
   Ἀπολλωνίου.
Search Help
Contact Us