[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1250
1 | [ἀγαθῆι τύχηι]. |
[ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί]- | |
[μησαν — — —] | |
[Μ]ακεδόνος ἄνδρα κα- | |
5 | λὸν καὶ ἀγαθὸν καὶ φιλόπα- |
τριν, εἰρηναρχήσαντα ἐπ[ι]- | |
σήμως καὶ ἀγορανομήσαν- | |
τα λαμπρῶς καὶ φιλοδόξως | |
μῆνας ἓξ καὶ στρατηγή- | |
10 | σαντα ἁγνῶς καὶ ἐπιμελῶς |
καὶ δεκαπρωτεύσαντα καὶ | |
ἐν πάσαις ταῖς λοιπαῖς τῆς | |
πόλεως χρείαις φιλοτείμως | |
πάντα παρεσχημένον, ἀνα- | |
15 | θέντων τὴν τειμὴν τῶν βα- |
[φ]έων ἐκ τῶν ἰδίων ἐπιμελη- | |
θέντος Ἀπολλωνίου τοῦ | |
Ἀπολλωνίου. |