[ ]
Lyd., N.W. — Thyateira (Akhisar)
| 1 | [ὁ δῆμος ἐτείμησεν(?)] |
| Ἀριστόνουν Πλουτιάδου | |
| ταῖς μεγίσταις καὶ ἐνδοξοτά- | |
| ταις τειμαῖς, γεγονότα ἄνδρα | |
| 5 | καλὸν καὶ ἀγαθὸν περὶ τὴν πολι- |
| τείαν καὶ διὰ προγόνων ἐν πολ- | |
| λοῖς καὶ ἀνανκαίοις καιροῖς εὐερ- | |
| γετηκότα τὴν πατρίδα καὶ γυ- | |
| μνασιαρχήσαντα καλῶς καὶ ἐνδό- | |
| 10 | ξως ἀρετῆς ἕνεκεν καὶ εὐνοί- |
| ας τῆς εἰς ἑαυτόν. |