| 1 | ἀγαθῇ τύχῃ. |
| [Τ.] Ἀντ(ώνιον) Κλ(αύδιον) Ἀλφ(ῆνον) Ἀρίγνωτον τόν | |
| κράτιστον ἐπίτροπον τοῦ Σεβ(αστοῦ) | |
| ἄρκης Λειβιανῆς, ἔπαρχον εἴλης | |
| 5 | δευτέρας Φλ(αουίας) Ἀγριππιανῆς, πραιπό- |
| σιτον εἴλης σιν<γ>λαρίων, χιλίαρχον | |
| σπείρας πρώτης Κιλίκων, πραιπόσιτον | |
| σπείρας πρώτης Γαιτούλων, ἔπαρχον | |
| σπείρας δευτέρας Φλ(αουίας) Νουμίδων, πραι- | |
| 10 | πόσιτον σπείρης δευτέρας Φλ(αουίας) Βέσσων, |
| <ἔ>π<α>ρ<χον> ἀνν<ώ>νης θεοῦ Ἀντωνείνου | |
| [καὶ λ]ιμένων Σελευκείας Πει<ε>ρ<ί>ας, ἱππέα Ῥω- | |
| [μ]α<ί>ων τρίβου Κυρείνα, ὑπατικῶν συγγε- | |
| νῆ, υἱὸν καὶ ἔκγονον ἀρχιερέων Ἀσίας, | |
| 15 | ἀδελφιδοῦν Ἀλφ(ήνου) Ἀπολλιναρίου ἐπὶ κῆν- |
| σον τοῦ Σεβ(αστοῦ), νεωκόρ<ο>ν τῆς λαμπροτά- | |
| της Κυζικηνῶν μητροπόλεως, λογι- | |
| στὴν Σελευκείας Πειερίας καὶ Ἀλεξαν- | |
| δρείας κατ’ Ἰσ<σὸ>ν καὶ Ῥώ<σ>σου καὶ τῆς | |
| 20 | [τῶν] Τραιανῶν πόλεως καὶ Τροπησίων |
| καὶ τῆς <κ>ολωνείας ἐν πάσαις ὑπ<η>ρεσίαις <σ>τρα- | |
| τιωτικαῖς γεγονότα, τὸν ἱερέα τοῦ προ- | |
| πάτορος θεοῦ Τυρίμνου | |
| οἱ βαφεῖς. |
TAM V,2
935