[ ] Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1257
1 οἱ τοῦ σταταρίου ἐργασταὶ
καὶ προξενηταὶ σωμάτων
ἐτείμησαν καὶ ἀνέθηκαν
Ἀλέξανδρον Ἀλεξάνδρου
5 σωματέμπορον ἀγορανο-
μήσαντα τετράμηνον ἁγνῶς
καὶ ἐπιδόντα ἐκ τῶν ἰδίων τῇ πόλει
πολυτελῶς ἐν ταῖς ἑορτασί-
μοις τῶν Σεβαστῶν ἡμέραις.
Search Help
Contact Us