[ ]
Lyd., N.W. — Attaleia (Selçikli) — Yeniceköy
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἀτταλεατῶν |
| [ἐ]τείμησεν Ἀρτεμίδωρον Ἀρτε- | |
| μιδώρου ἥρωα φιλάνθρωπον | |
| ἀρετῆς καὶ ἠθῶν ἕνεκεν, | |
| 5 | κατασκευάσαντος αὐτῷ |
| τὸ μνημεῖον Ἀρτεμιδώρου | |
| τοῦ Διογένους τοῦ π̣α̣τρὸς | |
| καὶ ἑαυτῷ καὶ Ἀπφίᾳ τῇ γυ- | |
| ναικὶ καὶ Δ̣ιογένει τῷ υἱῷ | |
| 10 | ζῶσι καὶ τοῖς ἐκγόνοις. |