[ ] Lyd., N.E. — Göcek, Area of: Hamit — 178/9 AD
See also:
1 ἔτους σξγʹ, μη(νὸς) Γορπι-
      αίου δʹ ἀ(πιόντος).
ἤμην Ἀνδρόνει-
κος, γενέτης δ’ Ἀσ-
5 κληπίδης [μ]έν, | μη-
τρὸς δ’ ἐξεφύην Ἀφί-
ας τῆς <σ>τυγερᾶς· | Ἀν-
δρόνεικός τε πάτρως
τοὔνομα τοὐμὸν ἔχει· |
10 ἑνδεκέτη[ν] ἐμ’ ἔθαψαν
ἐπὶ στυγερο̣[ῖ]σ̣ι γόοισι· | Μοῖ-
ρα γάρ μ’ ὅλον μ’ ἀφαρπάξα-
σα κατέσχεν, | κεῖμαι δ’ ἐν-
θάδε νῦν ἔτι νήπιος ἄφθο-
15 ρος αὔτως.
  ἐτίμησαν οἱ συνγε-
  νεῖς.  χαῖρε.
Search Help
Contact Us