[ ] Lyd., N.E. — Ioulia Gordos (Gördes) — 12/3 AD
1 ἔ̣τους ϟʹ καὶ ζʹ, μη(νὸς) Περειτίου εʹ ἀπιόντος.
ὁ δῆμος ἐτείμησεν Κλέωνα Μενάνδρο[υ]
ἀρετῆς ἕνεκε πάσης,
3a               {²corona cum duabus taeniis}²
4 Μηνὰς Κλέωνα τὸν ἄνδρα, Ἀπφιας Κλέωνα
5 τὸν υἱόν, Μένανδρος καὶ Ἀπφιας τὸν πατέρα,
Δημήτριος καὶ Μένανδρος Κλέωνα τὸν ἀδελ-
φόν, Ἀμμιας τὸν γαμβρόν, οἱ περὶ Δίωνα
        πενθεριδεῖς τὸν γαμβρόν.
τὸ μνῆμα σπεύσας τελέσαι πατρὸς νέκυος, παροδεῖτα,
10 οὐκ εἴδειν ὁ τάλας, ὅτι δεῖ ταχέως με θανόντα
ἐν τούτῳ πρῶτον κεῖσθαι τῶν ἄλλων νεώτερον ὄντα
καὶ προλιπεῖν ἄλοχον λυγρὰν καὶ νήπια τέκνα
καὶ ἐν πολλαῖς ὀδύναις τὴν γεννήσασαν ἀφεῖναι.
τῆς πατρίδος δὲ ταγεὶς ἄρχων οὐκ ἔφθασα ζήσας
15 καὶ δεῖξαι πᾶσιν, ὅτι ἤμην χρηστὸς ἅπασ[ιν]·
τοὔνομα δέ εἰμι Κλέων, ἀτυχέστατος· [ἐστερόμην γάρ],
ὧν ἔσχον ἀγαθῶν καὶ ἡλικίης [ἐρατεινῆς].
Search Help
Contact Us