[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes) — 12/3 AD
1 | ἔ̣τους ϟʹ καὶ ζʹ, μη(νὸς) Περειτίου εʹ ἀπιόντος. |
ὁ δῆμος ἐτείμησεν Κλέωνα Μενάνδρο[υ] | |
ἀρετῆς ἕνεκε πάσης, | |
3a | {²corona cum duabus taeniis}² |
4 | Μηνὰς Κλέωνα τὸν ἄνδρα, Ἀπφιας Κλέωνα |
5 | τὸν υἱόν, Μένανδρος καὶ Ἀπφιας τὸν πατέρα, |
Δημήτριος καὶ Μένανδρος Κλέωνα τὸν ἀδελ- | |
φόν, Ἀμμιας τὸν γαμβρόν, οἱ περὶ Δίωνα | |
πενθεριδεῖς τὸν γαμβρόν. | |
τὸ μνῆμα σπεύσας τελέσαι πατρὸς νέκυος, παροδεῖτα, | |
10 | οὐκ εἴδειν ὁ τάλας, ὅτι δεῖ ταχέως με θανόντα |
ἐν τούτῳ πρῶτον κεῖσθαι τῶν ἄλλων νεώτερον ὄντα | |
καὶ προλιπεῖν ἄλοχον λυγρὰν καὶ νήπια τέκνα | |
καὶ ἐν πολλαῖς ὀδύναις τὴν γεννήσασαν ἀφεῖναι. | |
τῆς πατρίδος δὲ ταγεὶς ἄρχων οὐκ ἔφθασα ζήσας | |
15 | καὶ δεῖξαι πᾶσιν, ὅτι ἤμην χρηστὸς ἅπασ[ιν]· |
τοὔνομα δέ εἰμι Κλέων, ἀτυχέστατος· [ἐστερόμην γάρ], | |
ὧν ἔσχον ἀγαθῶν καὶ ἡλικίης [ἐρατεινῆς]. |