[ ] Lyd., N.E. — Ioulia Gordos (Gördes) — 75/6 AD
1 ἔτους ρʹ καὶ ξʹ, μη(νὸς) Ὑπερβερταίου τρειακάδ̣ι̣.
1a            {²corona}²
2 εἰσανγειλάντων τῶν στρατηγῶν Ἀθη-
νοδώρο̣υ̣ τ[ο]ῦ Ἀ̣[θ]ηνοδώρου νεωτέρου
καὶ Μενάν[δ]ρ̣ου τοῦ Μενάνδρου Που-
5 πλίου καὶ Θυνείτου τοῦ Διονυσίου· γνώ-
μη γραμματέος {²⁶γραμματέως}²⁶ τοῦ δήμου Μενάν-
δρου τοῦ Δ̣ημ̣ητρίου. ἔδοξεν τῇ βουλῇ
καὶ τῷ δήμῳ τῷ Ἰουλιέων Γορδηνῶν καὶ τοῖς
παρ’ ἡμῖν πραγματευομένοις Ῥωμαίοις.
10 ἐπεὶ Θεό[φι]λος Θ̣ο̣ινείτου εὐγενέστατος ἀπὸ
προγόνων π̣ᾶσαν εὔνοιαν εἰσενηνεγμέ-
νος εἰς τὴν πατρίδα, οἰκοδεσπότην ζήσα̣[ς]
βίον, πολλὰ̣ παρασχόμενος τῇ πατρίδι διά τε
στρατηγίας καὶ ἀγορανομίας καὶ πρεσβειῶ̣[ν]
15 ἄχρι Ῥώμης καὶ Γερμανίας καὶ Καίσαρος,
προσαι̣νῆ γενόμενον πρὸς τοὺς πολείτας
καὶ συνπαθῆ πρὸς τὴν γυναῖκα Ἀπφίαν, τὰ νῦ̣ν̣
δεδόχθαι τὸν Θεόφιλον τειμηθῆναι
εἰκόνι γραπτῇ καὶ εἰκόν{κον}ι {²⁶εἰκόνι}²⁶ χρυσῇ καὶ ἀγάλ̣-
20 ματι μαρμαρίνῳ. ὁμοίως δεδόχθαι
Θεόφιλον προπενφθῆναι ἄχρι τοῦ τά̣[φου]
ἀναγνωσθῆναί τε τοῦτο τὸ ψήφισμ[α]
ἵνα πάντες εἰδῶσιν ὅτι οἱ τοιαῦτον {²⁶τοιοῦτον}²⁶ ἀσ-
κήσαντες βίον ὑπὲρ τῆς πατρίδος τοιαύ-
25 της τυνχάνουσι μαρτυρίας.
Search Help
Contact Us