[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes) — 75/6 AD
| 1 | ἔτους ρʹ καὶ ξʹ, μη(νὸς) Ὑπερβερταίου τρειακάδ̣ι̣. |
| 1a | {²corona}² |
| 2 | εἰσανγειλάντων τῶν στρατηγῶν Ἀθη- |
| νοδώρο̣υ̣ τ[ο]ῦ Ἀ̣[θ]ηνοδώρου νεωτέρου | |
| καὶ Μενάν[δ]ρ̣ου τοῦ Μενάνδρου Που- | |
| 5 | πλίου καὶ Θυνείτου τοῦ Διονυσίου· γνώ- |
| μη γραμματέος {²⁶γραμματέως}²⁶ τοῦ δήμου Μενάν- | |
| δρου τοῦ Δ̣ημ̣ητρίου. ἔδοξεν τῇ βουλῇ | |
| καὶ τῷ δήμῳ τῷ Ἰουλιέων Γορδηνῶν καὶ τοῖς | |
| παρ’ ἡμῖν πραγματευομένοις Ῥωμαίοις. | |
| 10 | ἐπεὶ Θεό[φι]λος Θ̣ο̣ινείτου εὐγενέστατος ἀπὸ |
| προγόνων π̣ᾶσαν εὔνοιαν εἰσενηνεγμέ- | |
| νος εἰς τὴν πατρίδα, οἰκοδεσπότην ζήσα̣[ς] | |
| βίον, πολλὰ̣ παρασχόμενος τῇ πατρίδι διά τε | |
| στρατηγίας καὶ ἀγορανομίας καὶ πρεσβειῶ̣[ν] | |
| 15 | ἄχρι Ῥώμης καὶ Γερμανίας καὶ Καίσαρος, |
| προσαι̣νῆ γενόμενον πρὸς τοὺς πολείτας | |
| καὶ συνπαθῆ πρὸς τὴν γυναῖκα Ἀπφίαν, τὰ νῦ̣ν̣ | |
| δεδόχθαι τὸν Θεόφιλον τειμηθῆναι | |
| εἰκόνι γραπτῇ καὶ εἰκόν{κον}ι {²⁶εἰκόνι}²⁶ χρυσῇ καὶ ἀγάλ̣- | |
| 20 | ματι μαρμαρίνῳ. ὁμοίως δεδόχθαι |
| Θεόφιλον προπενφθῆναι ἄχρι τοῦ τά̣[φου] | |
| ἀναγνωσθῆναί τε τοῦτο τὸ ψήφισμ[α] | |
| ἵνα πάντες εἰδῶσιν ὅτι οἱ τοιαῦτον {²⁶τοιοῦτον}²⁶ ἀσ- | |
| κήσαντες βίον ὑπὲρ τῆς πατρίδος τοιαύ- | |
| 25 | της τυνχάνουσι μαρτυρίας. |