[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes) — 75/6 AD
1 | ἔτους ρʹ καὶ ξʹ, μη(νὸς) Ὑπερβερταίου τρειακάδ̣ι̣. |
1a | {²corona}² |
2 | εἰσανγειλάντων τῶν στρατηγῶν Ἀθη- |
νοδώρο̣υ̣ τ[ο]ῦ Ἀ̣[θ]ηνοδώρου νεωτέρου | |
καὶ Μενάν[δ]ρ̣ου τοῦ Μενάνδρου Που- | |
5 | πλίου καὶ Θυνείτου τοῦ Διονυσίου· γνώ- |
μη γραμματέος {²⁶γραμματέως}²⁶ τοῦ δήμου Μενάν- | |
δρου τοῦ Δ̣ημ̣ητρίου. ἔδοξεν τῇ βουλῇ | |
καὶ τῷ δήμῳ τῷ Ἰουλιέων Γορδηνῶν καὶ τοῖς | |
παρ’ ἡμῖν πραγματευομένοις Ῥωμαίοις. | |
10 | ἐπεὶ Θεό[φι]λος Θ̣ο̣ινείτου εὐγενέστατος ἀπὸ |
προγόνων π̣ᾶσαν εὔνοιαν εἰσενηνεγμέ- | |
νος εἰς τὴν πατρίδα, οἰκοδεσπότην ζήσα̣[ς] | |
βίον, πολλὰ̣ παρασχόμενος τῇ πατρίδι διά τε | |
στρατηγίας καὶ ἀγορανομίας καὶ πρεσβειῶ̣[ν] | |
15 | ἄχρι Ῥώμης καὶ Γερμανίας καὶ Καίσαρος, |
προσαι̣νῆ γενόμενον πρὸς τοὺς πολείτας | |
καὶ συνπαθῆ πρὸς τὴν γυναῖκα Ἀπφίαν, τὰ νῦ̣ν̣ | |
δεδόχθαι τὸν Θεόφιλον τειμηθῆναι | |
εἰκόνι γραπτῇ καὶ εἰκόν{κον}ι {²⁶εἰκόνι}²⁶ χρυσῇ καὶ ἀγάλ̣- | |
20 | ματι μαρμαρίνῳ. ὁμοίως δεδόχθαι |
Θεόφιλον προπενφθῆναι ἄχρι τοῦ τά̣[φου] | |
ἀναγνωσθῆναί τε τοῦτο τὸ ψήφισμ[α] | |
ἵνα πάντες εἰδῶσιν ὅτι οἱ τοιαῦτον {²⁶τοιοῦτον}²⁶ ἀσ- | |
κήσαντες βίον ὑπὲρ τῆς πατρίδος τοιαύ- | |
25 | της τυνχάνουσι μαρτυρίας. |