| 1 | ὁ δῆμος ἐτίμησεν Μωγέτην |
| Μωγέτου στρατηγὸν χρυσῷ | |
| στεφάνῳ καὶ εἰκόνι χαλκῆι | |
| καὶ ἄλλῃ γραπτῆι τελείαι̣ | |
| 5 | καὶ ἀγάλματι μαρμαρίνῳ. |
| Μωγέτης Μωγέτου | |
| στρατηγός, | |
| χαῖρε. | |
| 8a | {²in parte inferiore:}² |
| 9 | αὐτά σοι δέσποινα κόρα πολύοπλος Ἀθάν[α], |
| 10 | Μωγέτ’, ἀρίζαλον δῶκε σαοφροσύναν· |
| [α]ὐ̣τὰ καὶ σοφίας δόξαν πόρε δοιάκι πάτρας | |
| [τ]α̣γὸν ἀμώμητον πᾶσιν ἀναγλαΐσας· | |
| μούνα καὶ πρόκριτον πάτρας καὶ ὑπέρμαχον ἀε̣[ί] | |
| Ῥώμας κυδίστοις θήκατ’ ἐν ἁγεμόσι. | |
| 15 | ἀλλὰ λιπὼν οἰκτ<ρὰ>ν μὲν ὁμευνέτιν ἡμιτελῆ τ̣[ε] |
| ἀρχὰν Φερσεφόνας ἔδραμες εἰς θαλάμους. | |
| Μάταρ δὲ στεναχεῖ πατρίς θ’ ἅμα πολλὰ δ’ ἀδελφο[ί] | |
| ἕβδομον ἐξ αὐτῶν ἀστέρ’ ἀποφθίμενο[ν]. | |
| χαίροις· ἐνδόξου γενεῆς εἶ δὲ κριτός· Ἅδας̣ | |
| 20 | σὲ τρίτον ἀΰσει σύνθρονον εὐσεβέων̣. |
TAM V,1
468b