[ ]
Lyd., N.E. — Gölde, Area N. of: Ayazviran
— — — | |
1 | [— — —]ω Ἑρμογένης Ἀπολωνί- |
ου Βαλέρισς γενόμενος εἱκανοδ- | |
ότης Καΐκου καὶ Τρ<ύ>φωνος περὶ προ- | |
βάτων ὧν ἐκρίθη ὀμόσε τὸν Ἑρ- | |
5 | μογένην μὴ προδεδωκένε τὰ |
πρόβατα τὰ Καείκου· ἀγνοήσας οὖ- | |
ν ὁ Ἑρμογένης ὤμοσεν τὸν θεὸ- | |
ν· ὁ θεὸς ἀνέδιξεν τὰς εἰδίας δυν- | |
άμις καὶ ἐκόλασεν τὸν Ἑρμογένην | |
10 | καὶ ζημίας αὐτῷ ἐπόησεν ἀποκτί- |
νας αὐτῷ τὰ κτ<ή>νη βοῦν κὲ ὄνον· ἀπιθ- | |
οῦντος δὲ τοῦ Ἑρμογένου ἀπέκτινεν α- | |
ὐτοῦ τὴν θυγατέραν· τότε ἔλυσεν τὸ- | |
ν ὅρκον. Ἀφιας καὶ τὰ τέκνα αὐτῆς Ἀλέ- | |
15 | ξανδρος, Ἄτταλος, Ἀπολλώνιος, Ἄμιο- |
ν <ἐ>στήσομεν τὴν στήλην καὶ ἐνεγράψομ- | |
εν τὰς δυνάμις τοῦ θεοῦ καὶ ἀπὸ νῦν εὐλ- | |
ογοῦμεν. |