[ ]
Lyd., N.E. — Gölde, Area N. of: Ayazviran
| — — — | |
| 1 | [— — —]ω Ἑρμογένης Ἀπολωνί- |
| ου Βαλέρισς γενόμενος εἱκανοδ- | |
| ότης Καΐκου καὶ Τρ<ύ>φωνος περὶ προ- | |
| βάτων ὧν ἐκρίθη ὀμόσε τὸν Ἑρ- | |
| 5 | μογένην μὴ προδεδωκένε τὰ |
| πρόβατα τὰ Καείκου· ἀγνοήσας οὖ- | |
| ν ὁ Ἑρμογένης ὤμοσεν τὸν θεὸ- | |
| ν· ὁ θεὸς ἀνέδιξεν τὰς εἰδίας δυν- | |
| άμις καὶ ἐκόλασεν τὸν Ἑρμογένην | |
| 10 | καὶ ζημίας αὐτῷ ἐπόησεν ἀποκτί- |
| νας αὐτῷ τὰ κτ<ή>νη βοῦν κὲ ὄνον· ἀπιθ- | |
| οῦντος δὲ τοῦ Ἑρμογένου ἀπέκτινεν α- | |
| ὐτοῦ τὴν θυγατέραν· τότε ἔλυσεν τὸ- | |
| ν ὅρκον. Ἀφιας καὶ τὰ τέκνα αὐτῆς Ἀλέ- | |
| 15 | ξανδρος, Ἄτταλος, Ἀπολλώνιος, Ἄμιο- |
| ν <ἐ>στήσομεν τὴν στήλην καὶ ἐνεγράψομ- | |
| εν τὰς δυνάμις τοῦ θεοῦ καὶ ἀπὸ νῦν εὐλ- | |
| ογοῦμεν. |