[ ]
Lyd., N.E. — Kollyda (İncesu-Gölde) — Kavacık
1 | [— — — βλ]άψαι μου τὸ μνῆμα ἢ καταλῦσαι τ<ὰ>ς ἡμέρας ἢ [περι]- |
[ιδεῖν ὑπό] τινος τούτων τι γεινόμενον. ὃς δ’ ἂν ὑπεναντ[ί]- | |
[ον τούτων] τι ποιήσῃ, οὗτος καὶ ὁ παρ’ αὐτοῦ ὠνησάμενος ἢ ἄλ- | |
[λα τινα κα]κοτεχνήσας ἐχέτω τοὺς δήμου Ῥωμαίων θε- | |
5 | [οὺς κεχολ]ωμένους πάντας καὶ πάσας τό τε μέρος αὐτοῦ |
[ἔστω τῶν λοι]πῶν, οἵτινες ἂν ἐξ αὐτῶν τὴν ἐμήν βούλησιν | |
[πιστῶς φυλάτ]τειν προαιρῶνται. ἐὰν δὲ πάντες ὑπεναντί- | |
[ον τι τῶν] π̣ροδηλουμένων ποιήσωσιν, αὐτοὶ μὲν ἐχέτωσαν | |
[τοὺς προε]ιρημένους θεοὺς κεχολωμένους, ἐξάγιστοι καὶ ἀ- | |
10 | [θέμιτοι ἀμ]ν̣ήμονές τε τῆς ἐμῆς χάριτος ὑπάρχοντες, |
[λαβέτωσαν] δ̣ὲ ο̣[ἱ] ἱ̣ε̣ροὶ τοῦ ἱερο[ῦ] δ̣ιὰ̣ τῶ̣ν ἀ̣ρχήω̣ν τῶ̣ν ἐν Σά̣ρ- | |
[δεσιν τὰ μέρη αὐτῶν — — —] |