[ ]
Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu — 156/7 AD
1 | ἔτους σμαʹ, μη(νὸς) Πανήμου βʹ. |
Μεγάλη Ἄρτεμις Ἀναεῖ- | |
τις καὶ Μεὶς Τιαμου. ἐπὶ | |
Ἰουκοῦνδος ἐγένετο ἐν | |
5 | διαθέσι μανικῇ καὶ ὑπὸ πάν- |
των διεφημίσθη ὡς ὑπὸ | |
Τατιας τῆς πενθερᾶς αὐ- | |
τοῦ φάρμακον αὐτῷ δεδόσ- | |
θαι, ἡ δὲ Τατιας ἐπέστησεν | |
10 | σκῆπτρον καὶ ἀρὰς ἔθηκεν |
ἐν τῷ ναῷ ὡς ἱκανοποιοῦ- | |
σα περὶ τοῦ πεφημίσθαι αὐ- | |
τὴν ἐν συνειδήσι τοιαύτῃ, | |
οἱ θεοὶ αὐτὴν ἐποίησαν ἐν | |
15 | κολάσει ἣν οὐ διέφυγεν· ὁ- |
μοίως καὶ Σωκράτης ὁ υἱὸς | |
αὐτῆς παράγων τὴν ἴσοδον | |
τὴν ἰς τὸ ἄλσος ἀπάγουσαν | |
δρέπανον κρατῶν ἀμπελοτό- | |
20 | μον, ἐκ τῆς χειρὸς ἔπεσεν |
αὐτῷ ἐπὶ τὸν πόδαν καὶ οὕ- | |
τως μονημέρῳ κολάσει ἀ- | |
πηλλάγη. μεγάλοι οὖν οἱ θε- | |
οὶ οἱ ἐν Ἀζίττοις ἐπεζήτησαν | |
25 | λυθῆναι τὸ σκῆπτρον καὶ τὰς |
ἀρὰς τὰς γενομένας ἐν τῷ | |
ναῷ, ἃ ἔλυσαν τὰ Ἰουκούνδου | |
καὶ Μοσχίου, ἔγγονοι δὲ τῆς | |
Τατιας, Σωκράτεια καὶ Μοσχᾶς | |
30 | καὶ Ἰουκοῦνδος καὶ Μενεκρά- |
της κατὰ πάντα ἐξειλασάμενοι | |
τοὺς θεοὺς καὶ ἀπὸ νοῖν εὐλογοῦ- | |
μεν στηλλογραφήσαντες τὰς δυ- | |
νάμις τῶν θεῶν. |