[ ]
Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu — 114/5 AD
| {²luna}² | |
| 1 | Μεγάλη Μήτηρ Ἀναεῖτις Ἄζι- |
| τα κατέχουσα καὶ Μεὶς Τιαμου | |
| καὶ αἱ δυνάμεις αὐτῶν. Ἑρμογέ- | |
| νης καὶ Ἀπολλώνιος ὁ Ἀπολλω- | |
| 5 | νίου Μίδου ἀπὸ Σύρου Μανδρῶν |
| πλαζομένων χοίρων τρειῶν Δη- | |
| μαινέτου καὶ Παπιου ἐξ Ἀζί- | |
| των καὶ προσμιγόντων αὐτῶν | |
| προβάτοις τοῦ Ἑρμογένου καὶ Ἀ- | |
| 10 | πολλωνίου, παιδίου αὐτῶν βόσ- |
| κοντος πενταετοῦς, καὶ ἀπαγα- | |
| γόντων ἔσω, ζητοῦντος οὖν τοῦ | |
| Δημαινέτου καὶ τοῦ Παπιου οὐ- | |
| κ ὡμολόγησαν διά τινα ἀχαριστί- | |
| 15 | αν. ἐπεστάθη οὖν τῆς θεοῦ τὸ σκῆ- |
| πτρον καὶ τοῦ κυρίου τοῦ Τιαμου | |
| καὶ μὴ ὁμολογησάντων αυτῶν ἡ | |
| θεὸς οὖν ἔδειξεν τὰς ἰδίας δυ- | |
| νάμις καὶ ἱλάσοντο αὐτὴν τελευ- | |
| 20 | τήσαντος τοῦ Ἑρμογένου ἡ γυνὴ |
| αὐτοῦ καὶ τὸ τέκνον καὶ Ἀπολλώνι- | |
| ος ὁ ἀδελφὸς τοῦ Ἑρμογένου καὶ | |
| νῦν αὐτῇ μαρτυροῦμεν καὶ εὐλο- | |
| γοῦμεν μετὰ τῶν τέκνων. | |
| 25 | ἔτους ρϟθʹ. |