[ ] Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu — 156/7 AD
1 ἔτους σμαʹ, μη(νὸς) Πανήμου βʹ.
Μεγάλη Ἄρτεμις Ἀναεῖ-
τις καὶ Μεὶς Τιαμου. ἐπὶ
Ἰουκοῦνδος ἐγένετο ἐν
5 διαθέσι μανικῇ καὶ ὑπὸ πάν-
των διεφημίσθη ὡς ὑπὸ
Τατιας τῆς πενθερᾶς αὐ-
τοῦ φάρμακον αὐτῷ δεδόσ-
θαι, ἡ δὲ Τατιας ἐπέστησεν
10 σκῆπτρον καὶ ἀρὰς ἔθηκεν
ἐν τῷ ναῷ ὡς ἱκανοποιοῦ-
σα περὶ τοῦ πεφημίσθαι αὐ-
τὴν ἐν συνειδήσι τοιαύτῃ,
οἱ θεοὶ αὐτὴν ἐποίησαν ἐν
15 κολάσει ἣν οὐ διέφυγεν· ὁ-
μοίως καὶ Σωκράτης ὁ υἱὸς
αὐτῆς παράγων τὴν ἴσοδον
τὴν ἰς τὸ ἄλσος ἀπάγουσαν
δρέπανον κρατῶν ἀμπελοτό-
20 μον, ἐκ τῆς χειρὸς ἔπεσεν
αὐτῷ ἐπὶ τὸν πόδαν καὶ οὕ-
τως μονημέρῳ κολάσει ἀ-
πηλλάγη. μεγάλοι οὖν οἱ θε-
οὶ οἱ ἐν Ἀζίττοις ἐπεζήτησαν
25 λυθῆναι τὸ σκῆπτρον καὶ τὰς
ἀρὰς τὰς γενομένας ἐν τῷ
ναῷ, ἃ ἔλυσαν τὰ Ἰουκούνδου
καὶ Μοσχίου, ἔγγονοι δὲ τῆς
Τατιας, Σωκράτεια καὶ Μοσχᾶς
30 καὶ Ἰουκοῦνδος καὶ Μενεκρά-
της κατὰ πάντα ἐξειλασάμενοι
τοὺς θεοὺς καὶ ἀπὸ νοῖν εὐλογοῦ-
μεν στηλλογραφήσαντες τὰς δυ-
νάμις τῶν θεῶν.
Search Help
Contact Us