[ ] Lyd., N.E. — Kastoloupedion (Burçak Ovası) — Bebekli — late 1st c. BC
1 [– ⏑ ⏑ –]
[⏑ ⏑ – τ]ελέσας μέγα πρᾶγ[μα]
[⏑ – ⏒] | εἰς φάος ἔστησεν [λαμ]-
[πρό]ν, ἐλευθέριον | ἐγ̣ γ̣ενέης [βλα]-
5 [στ]όντα, ἀ̣ρχὴν τ<ελέ>σαντα, πολ[εί]-
την | [Ῥ]ωμαῖον ποῖσεν δὲ αὐτὸν [ὁ Καῖ]-
[σαρ(?)]· ἐπεὶ | εὔξησεν δὲ αὐτὸν [τόσ]-
[σον], διὰ ταῦτά τε πάντα | κόσμια̣ [τῷ]
[με]γάλῳ θήκατο δῶρα θεῷ | Σαβαθ[ικῷ]
10 [ἁ]γ̣ίῳ εὐχῆς χάριν ἣν [τ]ελέωσεν | ․․․-
․τηι. ὦ μέγας ὢν καὶ δυνατὸς δ[․․․․]-
ου | χαίροις, ὦ μακάρων πάντων [σὺ]
[μ]έγιστος ὑπάρχων | καὶ δυνατὸς [ἄρ]-
[χ]ειν· ταῦτα γάρ ἐστι θεοῦ | τοῦ κατέχον[τος]
15 τὸν κόσμον· σὺ δὲ χαῖρε καὶ αὔξοις | [εἰς αἰ]-
[ε]ὶ σώζων π̣[ρ]ῶ̣τον ἐν Αἰνεάδαις |
[τειμ]αῖς δῶμά τε καὶ τῶν γραψάντω[ν τόδε]
[οἴ]κ̣ῳ | καὶ τέκνοις αὐτῶν πᾶσι φίλον θέ-
μενος. |
Search Help