1 | ἡ βουλὴ καὶ ὁ δῆμος καὶ ἡ γερουσία |
ἐτείμησαν Τιβέριον Κλαύδιον Τιβερίου υἱὸν | |
Κυρίνα Ἰουλιανὸν πατέρα καὶ τοὺς υἱοὺς αὐτοῦ | |
Κλαύδιον Διομήδην ἥρωα, Τιβέριον Κλαύδιον | |
5 | Χαιρέα<ν> ἥρωα, πατρὸς καλοῦ καὶ ἀγαθοῦ, στρατηγοῦ |
δὶς καὶ στεφανηφόρου καὶ γυμνασιάρχου, καὶ τὰς | |
μεγίστας ἀρχὰς καὶ τὰς λοιπὰς λειτουργίας τῇ | |
πατρίδι φιλοτίμως καὶ αὐθαιρέτως ἐκτελέσαντος | |
υἱοὺς καλοὺς καὶ ἀγαθούς, αἰδήμονας, σεμνούς, | |
10 | μετρίους, πεπαιδευμένους, φιλοπάτριδας καὶ |
φιλοπάτορας. |
Sardis 7,1
41*