| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος καὶ ἡ γερουσία |
| ἐτείμησαν Τιβέριον Κλαύδιον Τιβερίου υἱὸν | |
| Κυρίνα Ἰουλιανὸν πατέρα καὶ τοὺς υἱοὺς αὐτοῦ | |
| Κλαύδιον Διομήδην ἥρωα, Τιβέριον Κλαύδιον | |
| 5 | Χαιρέα<ν> ἥρωα, πατρὸς καλοῦ καὶ ἀγαθοῦ, στρατηγοῦ |
| δὶς καὶ στεφανηφόρου καὶ γυμνασιάρχου, καὶ τὰς | |
| μεγίστας ἀρχὰς καὶ τὰς λοιπὰς λειτουργίας τῇ | |
| πατρίδι φιλοτίμως καὶ αὐθαιρέτως ἐκτελέσαντος | |
| υἱοὺς καλοὺς καὶ ἀγαθούς, αἰδήμονας, σεμνούς, | |
| 10 | μετρίους, πεπαιδευμένους, φιλοπάτριδας καὶ |
| φιλοπάτορας. |
Sardis 7,1
41*