[ ] Lyd. — Sardis (Sart) — ca. 75-50 BC
1              ὁ δῆμος ἐτίμησεν
Ἰόλλαν Ἰόλλου χρυσοῖς στεφάνοις ἀριστή-
οις δυσὶν καὶ ἰκόνι χρυσῇ καὶ ἄλλῃ χρυσῇ κολοσ-
σικῇ καὶ ἄλλῃ χρυσῇ ἐφίππῳ καὶ ἄλλαις χαλκαῖς δʹ
5 καὶ ἀγάλμασιν μαρμαρίνοις τρισὶν καὶ ἄλλαις
γραπταῖς δʹ· ἄνδρα ἀγαθὸν καὶ φιλόπατριν ὄντα
καὶ πολλὰς πρεσβείας τελέσαντα ἐπιτυχῶς, καὶ πολ-
λοὺς κινδύνους καὶ ἀγῶνας καὶ ἐγδικασίας ὑπὲρ τοῦ
δήμου ἀναδεξάμενον καὶ κατορθώσαντα, καὶ στρα-
10 τηγήσαντα εʹ κάλλιστα, καὶ πολλὰ καὶ μεγάλα τῶν συν-
φερόντων περιποήσαντ<α> τῇ πατρίδι, καὶ γυμνασιαρχήσαν-
τα ἐκ τοῦ ἰδίου βίου ἐπιφανέστατα, καὶ ἀγωνοθετή-
σαντα Παναθήναια καὶ Εὐμένηα παρ’ ἑατοῦ, καὶ γενό-
μενον ἱερέα τῆς Ῥώμης καὶ καλλίστας ποιήσαντα θυ-
15 <σί>ας τοῖς θεοῖς πολλάκις ὑπὲρ τῆς τοῦ δήμου σωτη-
ρίας, καὶ τὰ ἀπὸ τῶν θυσιῶν πάντα διανίμαντα
πᾶσι τοῖς πολίταις καὶ ξένοις ἐν τῇ ἰδίᾳ οἰκίᾳ καὶ
ἐν τῷ γυμνασίῳ, καὶ τὰς ἄλλας ἄρξαντα ἀρχὰς
τὰς μεγίστας καὶ ἐν πάσαις ἀναστραφέντα ἀνδρήως
20 καὶ καθαρήως καὶ δικαίως, καὶ πολλὰς ἐν παντὶ τῷ
βίῳ ποιησάμενον ἐπιδόσεις τῇ πατρίδι, πάσης
ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς ἑαυτόν.
Search Help
Contact Us