[ ]
Lyd. — Sardis (Sart) — ca. 75-50 BC
| 1 | ὁ δῆμος ἐτίμησεν |
| Ἰόλλαν Ἰόλλου χρυσοῖς στεφάνοις ἀριστή- | |
| οις δυσὶν καὶ ἰκόνι χρυσῇ καὶ ἄλλῃ χρυσῇ κολοσ- | |
| σικῇ καὶ ἄλλῃ χρυσῇ ἐφίππῳ καὶ ἄλλαις χαλκαῖς δʹ | |
| 5 | καὶ ἀγάλμασιν μαρμαρίνοις τρισὶν καὶ ἄλλαις |
| γραπταῖς δʹ· ἄνδρα ἀγαθὸν καὶ φιλόπατριν ὄντα | |
| καὶ πολλὰς πρεσβείας τελέσαντα ἐπιτυχῶς, καὶ πολ- | |
| λοὺς κινδύνους καὶ ἀγῶνας καὶ ἐγδικασίας ὑπὲρ τοῦ | |
| δήμου ἀναδεξάμενον καὶ κατορθώσαντα, καὶ στρα- | |
| 10 | τηγήσαντα εʹ κάλλιστα, καὶ πολλὰ καὶ μεγάλα τῶν συν- |
| φερόντων περιποήσαντ<α> τῇ πατρίδι, καὶ γυμνασιαρχήσαν- | |
| τα ἐκ τοῦ ἰδίου βίου ἐπιφανέστατα, καὶ ἀγωνοθετή- | |
| σαντα Παναθήναια καὶ Εὐμένηα παρ’ ἑατοῦ, καὶ γενό- | |
| μενον ἱερέα τῆς Ῥώμης καὶ καλλίστας ποιήσαντα θυ- | |
| 15 | <σί>ας τοῖς θεοῖς πολλάκις ὑπὲρ τῆς τοῦ δήμου σωτη- |
| ρίας, καὶ τὰ ἀπὸ τῶν θυσιῶν πάντα διανίμαντα | |
| πᾶσι τοῖς πολίταις καὶ ξένοις ἐν τῇ ἰδίᾳ οἰκίᾳ καὶ | |
| ἐν τῷ γυμνασίῳ, καὶ τὰς ἄλλας ἄρξαντα ἀρχὰς | |
| τὰς μεγίστας καὶ ἐν πάσαις ἀναστραφέντα ἀνδρήως | |
| 20 | καὶ καθαρήως καὶ δικαίως, καὶ πολλὰς ἐν παντὶ τῷ |
| βίῳ ποιησάμενον ἐπιδόσεις τῇ πατρίδι, πάσης | |
| ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς ἑαυτόν. |