[ ]
Lyd. — Sardis (Sart) — ca. 75-50 BC
1 | ὁ δῆμος ἐτίμησεν |
Ἰόλλαν Ἰόλλου χρυσοῖς στεφάνοις ἀριστή- | |
οις δυσὶν καὶ ἰκόνι χρυσῇ καὶ ἄλλῃ χρυσῇ κολοσ- | |
σικῇ καὶ ἄλλῃ χρυσῇ ἐφίππῳ καὶ ἄλλαις χαλκαῖς δʹ | |
5 | καὶ ἀγάλμασιν μαρμαρίνοις τρισὶν καὶ ἄλλαις |
γραπταῖς δʹ· ἄνδρα ἀγαθὸν καὶ φιλόπατριν ὄντα | |
καὶ πολλὰς πρεσβείας τελέσαντα ἐπιτυχῶς, καὶ πολ- | |
λοὺς κινδύνους καὶ ἀγῶνας καὶ ἐγδικασίας ὑπὲρ τοῦ | |
δήμου ἀναδεξάμενον καὶ κατορθώσαντα, καὶ στρα- | |
10 | τηγήσαντα εʹ κάλλιστα, καὶ πολλὰ καὶ μεγάλα τῶν συν- |
φερόντων περιποήσαντ<α> τῇ πατρίδι, καὶ γυμνασιαρχήσαν- | |
τα ἐκ τοῦ ἰδίου βίου ἐπιφανέστατα, καὶ ἀγωνοθετή- | |
σαντα Παναθήναια καὶ Εὐμένηα παρ’ ἑατοῦ, καὶ γενό- | |
μενον ἱερέα τῆς Ῥώμης καὶ καλλίστας ποιήσαντα θυ- | |
15 | <σί>ας τοῖς θεοῖς πολλάκις ὑπὲρ τῆς τοῦ δήμου σωτη- |
ρίας, καὶ τὰ ἀπὸ τῶν θυσιῶν πάντα διανίμαντα | |
πᾶσι τοῖς πολίταις καὶ ξένοις ἐν τῇ ἰδίᾳ οἰκίᾳ καὶ | |
ἐν τῷ γυμνασίῳ, καὶ τὰς ἄλλας ἄρξαντα ἀρχὰς | |
τὰς μεγίστας καὶ ἐν πάσαις ἀναστραφέντα ἀνδρήως | |
20 | καὶ καθαρήως καὶ δικαίως, καὶ πολλὰς ἐν παντὶ τῷ |
βίῳ ποιησάμενον ἐπιδόσεις τῇ πατρίδι, πάσης | |
ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς ἑαυτόν. |