[ ]
Lyd. — Sardis (Sart) — ca. 155 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι στρατηγῶν |
| γνώμη· ἐπεὶ Τίμαρχος Μενεδήμου, τεταγμένος πρό- | |
| τερον ὑπὸ τοῦ θεοῦ βασιλέως ῥισκοφύλαξ ἐν Περγάμωι | |
| καὶ πίστεως οὐ μικρᾶς ἠξιωμένος, ἔν τε τοῖς κατὰ τὴν | |
| 5 | χρείαν διεγενήθη ἀκολούθως τῆι τοῦ ἐγχειρίσαντος |
| προαιρέσει καὶ ἐν τοῖς ἄλλοις ἀνεστράφη ἀμέμπτως, | |
| διόπερ ὁ βασιλεὺς ἐπιγνοὺς τὴν περὶ αὐτὸν ὑπάρχουσαν | |
| καθαρειότητα καὶ τὴν κατὰ τὸν βίον εὐταξίαν τε | |
| καὶ μετριότητα, καὶ νομίζων εὔθετον εἶναι πρὸς τὴν | |
| 10 | θεραπείαν καὶ εὐκοσμίαν τῶν κατὰ τὸ ἱερὸν τῆς |
| παρ’ ἡμῖν Ἀρτέμιδος κατέστησεν νεωκόρον τῆς θεοῦ, | |
| γινόμενός τε πρὸς τοῖς ἐγκεχειρισμένοις καὶ ἀμέμ- | |
| πτως ἀναστρεφόμενος συντηρεῖ τὴν ὑπάρχουσαν | |
| αὐτῶι παρὰ πᾶσιν εὐφημίαν, εὐσεβῶς δὲ διακείμενος | |
| 15 | καὶ πρὸς τὸ θεῖον καὶ φιλαγάθως πειρᾶται κατὰ τὴν ἑαυτοῦ |
| δύναμιν καὶ ἐν τούτοις μηδενὸς λείπεσθαι μερίζων | |
| παρ’ ἑαυτοῦ καὶ εἰς τὰ τῆι θεῶι χρήσιμα· ἵνα οὖν καὶ ὁ δῆμος | |
| φαίνηται τιμῶν τοὺς ἀγαθοὺς καὶ πολλοὶ ζηλωταὶ | |
| γίνωνται τῶν ὁμοίων, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι | |
| 20 | ἐπαινέσαι Τίμαρχον ἐπί τε τῆι πρὸς τὸ θεῖον εὐσεβείαι |
| καὶ τῆι πρὸς τὴν πόλιν αἱρέσει, καὶ στεφανῶσαι αὐτὸν | |
| ἐν τῶι θεάτρωι θαλλοῦ στεφάνωι ἐν τοῖς ἀχθησομένοις | |
| Διονυσίοις προνοηθέντων τῆς ἀναγγελίας τοῦ τε | |
| ἀγωνοθέτου καὶ τοῦ γραμματέως τοῦ δήμου, ἀναγράψαι | |
| 25 | δὲ καὶ τὸ ψήφισμα εἰς στήλην καὶ ἀναθεῖναι |
| ἐν τῶι ἱερῶι, ὅπως οὗτός τε πολλῶι μᾶλλον ἐκκαλῆται | |
| πρὸς εὐεργεσίαν τῆς πόλεως καὶ οἱ ἄλλοι βλέπον- | |
| τες τὴν ἀπαντωμένην τοῖς ἀξίοις τῶν ἀνδρῶν | |
| εὐφημίαν πολὺ προθυμότερον διατιθῶνται τῆι | |
| 30 | πρὸς τὰ κοινὰ φιλαγαθίαι. |