[ ] Lyd. — Sardis (Sart) — ca. 155 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι στρατηγῶν
γνώμη· ἐπεὶ Τίμαρχος Μενεδήμου, τεταγμένος πρό-
τερον ὑπὸ τοῦ θεοῦ βασιλέως ῥισκοφύλαξ ἐν Περγάμωι
καὶ πίστεως οὐ μικρᾶς ἠξιωμένος, ἔν τε τοῖς κατὰ τὴν
5 χρείαν διεγενήθη ἀκολούθως τῆι τοῦ ἐγχειρίσαντος
προαιρέσει καὶ ἐν τοῖς ἄλλοις ἀνεστράφη ἀμέμπτως,
διόπερ ὁ βασιλεὺς ἐπιγνοὺς τὴν περὶ αὐτὸν ὑπάρχουσαν
καθαρειότητα καὶ τὴν κατὰ τὸν βίον εὐταξίαν τε
καὶ μετριότητα, καὶ νομίζων εὔθετον εἶναι πρὸς τὴν
10 θεραπείαν καὶ εὐκοσμίαν τῶν κατὰ τὸ ἱερὸν τῆς
παρ’ ἡμῖν Ἀρτέμιδος κατέστησεν νεωκόρον τῆς θεοῦ,
γινόμενός τε πρὸς τοῖς ἐγκεχειρισμένοις καὶ ἀμέμ-
πτως ἀναστρεφόμενος συντηρεῖ τὴν ὑπάρχουσαν
αὐτῶι παρὰ πᾶσιν εὐφημίαν, εὐσεβῶς δὲ διακείμενος
15 καὶ πρὸς τὸ θεῖον καὶ φιλαγάθως πειρᾶται κατὰ τὴν ἑαυτοῦ
δύναμιν καὶ ἐν τούτοις μηδενὸς λείπεσθαι μερίζων
παρ’ ἑαυτοῦ καὶ εἰς τὰ τῆι θεῶι χρήσιμα· ἵνα οὖν καὶ ὁ δῆμος
φαίνηται τιμῶν τοὺς ἀγαθοὺς καὶ πολλοὶ ζηλωταὶ
γίνωνται τῶν ὁμοίων, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι
20 ἐπαινέσαι Τίμαρχον ἐπί τε τῆι πρὸς τὸ θεῖον εὐσεβείαι
καὶ τῆι πρὸς τὴν πόλιν αἱρέσει, καὶ στεφανῶσαι αὐτὸν
ἐν τῶι θεάτρωι θαλλοῦ στεφάνωι ἐν τοῖς ἀχθησομένοις
Διονυσίοις προνοηθέντων τῆς ἀναγγελίας τοῦ τε
ἀγωνοθέτου καὶ τοῦ γραμματέως τοῦ δήμου, ἀναγράψαι
25 δὲ καὶ τὸ ψήφισμα εἰς στήλην καὶ ἀναθεῖναι
ἐν τῶι ἱερῶι, ὅπως οὗτός τε πολλῶι μᾶλλον ἐκκαλῆται
πρὸς εὐεργεσίαν τῆς πόλεως καὶ οἱ ἄλλοι βλέπον-
τες τὴν ἀπαντωμένην τοῖς ἀξίοις τῶν ἀνδρῶν
εὐφημίαν πολὺ προθυμότερον διατιθῶνται τῆι
30 πρὸς τὰ κοινὰ φιλαγαθίαι.
Search Help
Contact Us