Honorary decree (of Theangela) for (no name) of (no name);
IIIm; found at Theangela: Rostovtzeff, REA 33, 1931, 215, no. III
(PH); *Robert, Coll. Froehner no. 54 (PH).
[ ]
Robert, Coll. Froehner no. 54
| 1 | [․․c.7․․ πρό]τερό[ν τε ἐτίμησεν αὐτὸν] |
| [ἡ π]ό̣λ̣ις ταῖς προσηκού̣[σ]α̣[ις τιμαῖς· ὅπως] | |
| δ̣’ ἂν ἀεὶ φαίνηται χάριτας ἀξ[ίας ὁ δῆμος ἀ]- | |
| ποδιδοὺς τῶν εἰς αὐτὸν εὐερ[γετημάτων] | |
| 5 | [κ]αὶ πᾶσιν ἦι φανερὸν τοῖς εὐεργε[τεῖν αἱρου]- |
| μένοις αὐτὸν ὅτι προαιρεῖται χά[ριτας ἀξί]- | |
| ας ἀποδιδόναι· ἐπαινέσαι μὲν [․․c.7․․] | |
| [․․]ν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας [ἣν ἔχων] | |
| [δι]α̣τελεῖ περὶ τὸν δῆμον· στῆσα[ι δὲ αὐτοῦ] | |
| 10 | [κα]ὶ εἰκόνα χαλκῆν ἐν τῆι ἀγορᾶ[ι· τὸν δὲ τό]- |
| πον οὗ σταθήσεται ἀποδειξάτω[σαν οἱ] | |
| προστάται· ὅπως δ’ ἂν ἡ εἰκὼν συν[τελεσθῆι] | |
| ἐν τάχει ἑλέσθαι τῶν πολιτῶ[ν ἐπιμελη]- | |
| τὰς δύο οἵτινες ἐγδώσονται τὴν [ποίησιν] | |
| 15 | καὶ ἐπιμελήσονται ὅπως συντελ[εσθῆι· εἰς] |
| δὲ τὴν πλᾶσιν τῆς εἰκόνος δότ[ω ὁ ἐνε]- | |
| στὼς ταμίας δραχμὰς τετρακ[οσίας· τὰ] | |
| δὲ λοιπὰ τῶν χρημάτων οἱ εἰσιόν[τες προ]- | |
| στάται πόρον συντάξαντες δό[τωσαν] | |
| 20 | τῶι ταμίαι· ὁ δὲ ταμίας δότω τοῖς ἐ[πιμε]- |
| ληταῖς καθ’ ὃ ἂν τὴν ἔγδοσιν ποιήσ[ωνται] | |
| οἱ ἐπιμεληταί· ἑλέσθαι δὲ καὶ πρέσ[βεις] | |
| πέντε οἵτινες ἀφικόμενοι τὰς τιμ[ὰς τὰς] | |
| [ἐ]ψηφισμένας ἀποδώσουσιν καὶ π[αρακα]- | |
| 25 | [λοῦ]σιν αὐτὸν τὴν εὔνοιαν παρέ[χεσθαι τῆι] |
| [πόλει· ἀ]ναγράψαι δὲ τὸ ψήφισμα ἐν σ[τήληι λι]- | |
| [θίνηι κ]αὶ στῆσαι ἐν τῶι τῆς Ἀθηνᾶ[ς ἱερῶι·] | |
| [τὸ δὲ ἀ]νάλωμα δότω ὁ ταμίας. ἐ[πιμελη]- | |
| [ταί· ․3-4․]λ̣ώτης Πινδάρου, Νέων Ἀρισ[τείδου.] | |
| 30 | [πρεσβε]υταί· Εὐπόλεμος Δυμάντος, [Ἰατρο]- |
| [κλῆς Ἀν]τιγένου, Λύσανδρος Πινδ[άρου, —] | |
| [— Πτ]ολεμαίου, Πόλλις Ἀριστ[—] |