Funerary inscription in elegiacs for Apollo[ni]os
[ ... ]onos; II; found at Tymnos: *Chaviaras, AE 1911, 65-66, no.
63 (PH); **Fraser & Bean, Rhodian Peraia no. 27a (l. 8); SEG 14,
704.
[ ]
AE 1911, 65-66, no. 63
| 1 | ὦ ξένε, θάησαι παριὼν ἰδὲ τόνδε δράκοντα, |
| ἀνδρὸς ἐπὶ κρατερο[ῦ] σάματι φαινόμενον· | |
| ὅς ποκα ναυσὶ θοαῖς πάτρας ὑπεράλκιμον ἦτορ | |
| δεικνύμενος, πολλοὺς ὤλεσε δυσμενέων, | |
| 5 | πολλὰ δ’ ὅ γ’ ἐν χέρσωι κατενήρατο φοίνια δοῦρα |
| ἀνδρῶν ἀντιπάλων σάρκας ἐρειδόμενος. | |
| νῦν δὲ θανὼν γηραιός, ἐπ’ αὐτῶι τόνδε δράκοντα | |
| εἵσατο τοῦδε τάφου [θ]ο̣ῦρο̣ν ἔμεν φύλακα, | |
| ὃν καὶ ἐπ’ ἀσπίδος εἶχεν, ὅτ’ Ἄρεος ἔργα ἐπονεῖτο, | |
| 10 | πολλὰ ἐπὶ δυσμενέσιν πήματα μαιόμενος. |
| τοὔνομα δ’ εἴ κ’ ἐθέληις αὐτοῦ καὶ πατρὸς ἀκοῦσαι, | |
| εἰδήσεις ἐτύμως τὰ κατώτατα γράμματ’ ἀναγνούς. | |
| Ἀπολλώ[νι]ος [․c.6․․]ωνος. |