Honorary inscription by [dem]os and boulai (of
Stratonikeia) for Marcus Sempronius Clemens; c. AD 200; found at
Panamara: Cousin & Deschamps, BCH 12, 1888, 87, no. 11;
Laumonier, BCH 61, 1937, 287-289, no. 131; *IStratonikeia 16.
[ ]
IStr 16
| 1 | [ὁ δῆμ]ος καὶ αἱ βουλαὶ ἐτείμησαν ταῖς μεγίσταις τειμαῖς καὶ διὰ τῶν |
| [π]λεονάκις κεκυρωμένων ψηφισμάτων καὶ διὰ τοῦ γεγραμμένου | |
| περὶ αὐτοῦ τῷ κυρίῳ Αὐτοκράτορι ψηφίσματος, Μᾶρκον Σενπρώνιον, | |
| Μάρκου υἱόν, Κλήμεντα, φιλοκαίσαρα καὶ φιλόπατριν, θεοφιλῆ, | |
| 5 | πεντάκις ἱερῆ τοῦ Παναμάρου, τὸ δὶς ἐν Ἡραίοις, ἱερῆ τῆς Ἑκάτης, |
| ὅτε τὸ δεύτερον τοῦ Παναμάρου, ἱερῆ ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσα- | |
| ορείου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, ἀρχιερῆ τῶν Σεβαστῶν, | |
| γυμνασίαρχον δεκάκις, ἀγωνοθέτην κατ’ ἐνιαυτὸν ἐκ τῶν ἰδίων, | |
| ἱερῆ διὰ βίου Διὸς Καπετωλίου, Ἀσκληπιοῦ, Ὑγείας, Ἑστιῶν, ἱερὰ καὶ ἀγάλ- | |
| 10 | ματα θεῶν κατεσκευακότα, ὑδραγώγια πεποηκότα καὶ ὕδατα εἰσα- |
| γειωκχότα εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, πάντα ἀδιαλίπτως πεποηκότα | |
| καὶ μεγαλοψύχως, ἐπαγγελλόμενον ἀτελείᾳ καὶ ἀλειτουργησίᾳ ἐκ | |
| γένους τετειμημένον, τετελεκότα καὶ πρυτανείαν καὶ γραμμα- | |
| [τεί]αν ἐν δυσκόλοις καιροῖς ἐπὶ ὠφελίᾳ τῆς πόλεως, δεκάπρωτ[ον,] | |
| 15 | [εὐ]θηνιάρχην, πολλὰ καὶ ἄλλα καὶ ἄλλα παρεσχηκότα, ὧν πάν[τα] |
| [—]ε[—]τ[— μεμαρτύρητ]αι διὰ τῶν ψηφισμάτων καὶ ἐπιγρ[αφῶν] | |
| [—] |